Καὶ πάλιν ἐπὶ πλήθους, ἔνθα μὲν οἱ πολλοὶ, πάντας εἶναί φαμεν· ἔνθα δὲ ὀλίγοι, οὐδένα. Οὕτω καὶ Παῦλος ἐνταῦθά φησι τὸ, Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Τοῦτο δὲ λέγων, δύο τὰ μέγιστα κατορθοῖ· ἓν μὲν, τὸ μὴ ἐπαίρεσθαι ἐφ᾽ οἷς κατορθοῦμεν· δεύτερον δὲ, τὸ κατορθοῦντας ἀνατιθέναι τῷ Θεῷ τὴν τῶν κατορθουμένων αἰτίαν. Κἂν τρέχῃς τοίνυν, κἂν σπουδάζῃς, φησὶ, μὴ νόμιζε σὸν εἶναι τὸ κατόρθωμα· ἂν γὰρ μὴ τῆς ἄνωθεν τύχῃς ῥοπῆς, πάντα εἰκῆ. Πλὴν ὅτι τεύξῃ τοῦ σπουδαζομένου μετὰ τῆς ἐκεῖθεν συμμαχίας, εὔδηλόν ἐστιν· ἀλλ᾽ ἂν τρέχῃς καὶ σὺ, ἂν θέλῃς. Οὐ τοῦτο οὖν εἶπεν, ὅτι εἰκῆ τρέχομεν, ἀλλ᾽ ὅτι εἰκῆ τρέχομεν, ἐὰν ἡμέτερον εἶναι τὸ πᾶν νομίζωμεν, ἐὰν μὴ τὸ πλέον ἀπονέμωμεν τῷ Θεῷ.