αʹ. Ὑπὲρ οἰκέτου πρὸς δεσπότην ἐστὶ ταῦτα. Εὐθέως ἀπὸ τοῦ προοιμίου τὸ φρόνημα αὐτοῦ κατέσπασεν, οὐκ ἀφῆκεν ἐπαισχυνθῆναι, τὸν θυμὸν ἔσβεσε, δέσμιον ἑαυτὸν καλῶν κατένυξε καὶ συνέστειλεν, οὐδὲν τὰ παρόντα ἐποίησε δοκεῖν εἶναι πράγματα. Εἰ γὰρ δεσμὸς οὐκ αἰσχύνη διὰ τὸν Χριστὸν, ἀλλὰ καὶ καύχημα, πολλῷ μᾶλλον δουλεία οὐκ ἐπονείδιστον. Καὶ ταῦτα λέγει οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλὰ συμφερόντως τοῦτο ποιῶν, καὶ τὸ ἀξιόπιστον ἐντεῦθεν δεικνὺς, οὐχ ἑαυτοῦ ἕνεκεν, ἀλλ᾽ ὑπὲρ τοῦ τὴν χάριν ἑτοιμότερον λαβεῖν· ὡς ἂν εἰ ἔλεγε, Δι᾽ ὑμᾶς τὸν δεσμὸν τοῦτον περίκειμαι· ὥσπερ οὖν καὶ εἶπεν ἀλλαχοῦ, ἐκεῖ μὲν τὴν κηδεμονίαν δεικνὺς, ἐνταῦθα δὲ τὸ ἀξιόπιστον. Οὐδὲν τοῦ καυχήματος τούτου μεῖζον τοῦ ἀκούειν, ὡς στιγματίας τοῦ Χριστοῦ, Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Χριστοῦ, φησὶ, βαστάζω. Ὁ δέσμιος τοῦ Χριστοῦ. Διὰ γὰρ αὐτὸν δέδετο. Τίς οὐκ ἂν αἰδεσθείη, τίς οὐκ ἂν δυσωπηθείη, Χριστοῦ δεσμὰ ἀκούων; τίς οὐκ ἂν καὶ τὴν ψυχὴν πρόοιτο, μήτι γε οἰκέτην ἕνα; Καὶ Τιμόθεος ὁ ἀδελφός.