Τὸ δὲ Πηλίκοις, ἐμοὶ δοκεῖ οὐ τὸ μέγεθος, ἀλλὰ τὴν ἀμορφίαν τῶν γραμμάτων ἐμφαίνων λέγειν, μονονουχὶ λέγων, ὅτι Οὔτε ἄριστα γράφειν εἰδὼς, ὅμως ἠναγκάσθην δι᾽ ἐμαυτοῦ γράψαι, ὥστε τῶν συκοφαντῶν ἐμφράξαι τὸ στόμα. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάττουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐνταῦθα δείκνυσιν οὐχ ἑκόντας αὐτοὺς τοῦτο ὑπομένοντας, ἀλλ᾽ ἀναγκαζομένους παρέχων αὐτοῖς ἀφορμὴν ἀναχωρήσεως, καὶ σχεδὸν ὑπὲρ αὐτῶν ἀπολογούμενος, καὶ προτρέπων ἀποπηδῆσαι ταχέως. Τί δέ ἐστιν, Εὐπροσωπεῖν ἐν σαρκί· Εὐδοκιμεῖν παρ᾽ ἀνθρώποις. Ἐπειδὴ γὰρ ὠνειδίζοντο παρὰ τοῖς Ἰουδαίοις ὡς τῶν πατρίων ἀποστάντες ἐθῶν. Ἵνα μὴ ταῦτα ἐγκαλῶνται, φησὶ, βούλονται ὑμῖν λυμήνασθαι, διὰ τῆς ὑμετέρας σαρκὸς ἐκείνοις ἀπολογούμενοι. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ διὰ τὸν Θεὸν ταῦτα ἔπραττον. Ὡς ἂν εἰ ἔλεγεν· Οὐκ ἔστιν εὐσεβείας ὑπόθεσις τὸ γινόμενον· ὡς δι᾽ ἀνθρωπίνην φιλοτιμίαν ταῦτα πάντα γίνεται, ὑπὲρ ἀρεσκείας τῶν ἀπίστων, ὅτι πιστοὶ κατακόπτονται, καὶ αἱροῦνται Θεῷ προσκροῦσαι, ἵνα ἀνθρώποις ἀρέσωσι.