Οὐ γὰρ μόνον στεῖρα ἦν ἡ Ἐκκλησία, ὥσπερ ἡ Σάῤῥα, οὐδὲ μόνον πολύπαις ἐγένετο, ὥσπερ ἐκείνη, ἀλλὰ καὶ οὕτως ἐγέννησεν, ὥσπερ ἡ Σάῤῥα. Καθάπερ γὰρ ἐκείνην μητέρα οὐχ ἡ φύσις εἰργάσατο, ἀλλ᾽ ἡ ἐπαγγελία τοῦ Θεοῦ (ὁ γὰρ εἰρηκὼς, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱὸς, οὗτος εἰσελθὼν εἰς τὴν νηδὺν, τὸ βρέφος διέπλασεν)· οὕτω δὴ καὶ ἐπὶ τῆς ἀναγεννήσεως τῆς ἡμετέρας φύσις μὲν οὐδεμία, τὰ δὲ ῥήματα τοῦ Θεοῦ διὰ τοῦ ἱερέως λεγόμενα, ἅπερ ἴσασιν οἱ πιστοὶ, ταῦτα ἐν τῇ κολυμβήθρᾳ τῶν ὑδάτων, καθάπερ ἐν νηδύϊ τινὶ, διαπλάττει καὶ ἀναγεννᾷ τὸν βαπτιζόμενον. Οὐκοῦν εἰ τῆς στείρας ἐσμὲν παῖδες, καὶ ἐλεύθεροί ἐσμεν. Καὶ ποία αὕτη ἐλευθερία, εἴποι τις ἂν, ὅταν οἱ μὲν Ἰουδαῖοι κατέχωσι καὶ μαστίζωσι τοὺς πιστεύσαντας, οἱ δὲ δοκοῦντες ἐλεύθεροι εἶναι διώκωνται; ταῦτα γὰρ τότε συνέβαινε, τῶν πιστῶν διωκομένων. Ἀλλὰ μηδὲ τοῦτο ὑμᾶς θορυβείτω, φησί· καὶ γὰρ καὶ τοῦτο προέλαβεν ἐν τῷ τύπῳ· ὁ γὰρ Ἰσαὰκ ἐλεύθερος ὢν, ὑπὸ τοῦ δούλου Ἰσμαὴλ ἐδιώκετο. Διὸ καὶ ἐπάγει λέγων· Ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἔκβαλε τὸν υἱὸν τῆς παιδίσκης οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Τί οὖν; αὕτη ἡ παράκλησις πᾶσα τὸ δειχθῆναι τοὺς ἐλευθέρους ὑπὸ τῶν δούλων διώκεσθαι;