Ἀλλὰ τὸ ζητούμενον, τί δήποτε ἀπὸ τῶν Ἑλληνικῶν ἄγει τὰς μαρτυρίας. Ὅτι μάλιστα τούτοις ἐντρέπομεν αὐτοὺς, ὅταν οἴκοθεν ἐνέγκωμεν τὰς μαρτυρίας καὶ τὰς κατηγορίας, ὅταν τοὺς παρ᾽ αὐτοῖς θαυμαστοὺς, τούτους ἐπιστήσωμεν αὐτοῖς αἰτιωμένους. Διὰ τοῦτο καὶ ἑτέρωθι κέχρηται λέγων, Ἀγνώστῳ Θεῷ. Οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ οὐκ ἐξ ἀρχῆς τοὺς θεοὺς πάντας παρέλαβον, ἀλλὰ κατὰ χρόνους, καὶ ἄλλους τινὰς, ὡς τὰ ἐκ τῶν Ὑπερβορέων, ὡς τὰ τοῦ Πανὸς, ὡς τὰ μικρὰ, ὡς τὰ μεγάλα μυστήρια ἐπήγαγον ὕστερον, οὗτοι στοχαζόμενοι ἀπὸ τούτων, ὅτι εἰκὸς καὶ ἄλλον εἶναι θεὸν, ὑπ᾽ αὐτῶν δὲ ἠγνοῆσθαι, ἵνα καὶ περὶ ἐκεῖνον ὦσιν εὐκαθοσίωτοι, τούτῳ βωμὸν ἔστησαν ἐπιγράψαντες, Ἀγνώστῳ Θεῷ, μονονουχὶ τοῦτο δηλοῦντες, καὶ εἴ τις ἄγνωστος εἴη θεός. Εἶπεν οὖν, ὅτι Ὃν προλαβόντες ὑμεῖς ἐπέγνωτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.