βʹ. Πρῶτόν ἐστιν ἐκπλαγῆναι τοῦ Παύλου τὴν ἀρετὴν, ὅτι τὴν οἰκουμένην ἅπασαν ἐγκεχειρισμένος, καὶ γῆν καὶ θάλατταν, καὶ τὰς ὑφ᾽ ἡλίῳ πόλεις ἁπάσας, καὶ βαρβάρους, καὶ Ἕλληνας, καὶ δήμους τοσούτους ἐν ἑαυτῷ περιφέρων, ἑνὸς ἀνδρὸς καὶ μιᾶς γυναικὸς τοσαύτην ἐποιεῖτο φροντίδα· καὶ δεύτερον τοῦτο θαυμάσαι, πῶς ἄγρυπνόν τε καὶ μεμεριμνημένην εἶχε ψυχὴν, οὐχὶ κοινῇ πάντων μόνον, ἀλλὰ καὶ ἰδίᾳ μεμνημένος ἑκάστου τῶν δοκίμων καὶ γενναίων. Νῦν μὲν γὰρ οὐδὲν θαυμαστὸν τοὺς τῶν Ἐκκλησιῶν προεστῶτας τοῦτο ποιεῖν, τῷ καὶ τοὺς θορύβους κατεστάλθαι ἐκείνους, καὶ μιᾶς πόλεως ἀναδεδέχθαι πρόνοιαν μόνον· τότε δὲ οὐ τὸ τῶν κινδύνων μέγεθος μόνον, ἀλλὰ καὶ τὸ τῆς ὁδοῦ διάστημα, καὶ τὸ τῶν φροντίδων πλῆθος καὶ τὰ ἐπάλληλα κύματα, καὶ τὸ μὴ συνεχῶς ἅπασιν ἐπιχωριάζειν ἀεὶ, καὶ πολλὰ ἕτερα πλείονα τούτων, ἱκανὰ τῆς μνήμης ἐκβαλεῖν καὶ τοὺς σφόδρα ἐπιτηδείους. Ἀλλ᾽ οὐκ ἐξέβαλε τούτους. Πῶς οὖν οὐκ ἐξεβλήθησαν; Διὰ τὴν τοῦ Παύλου μεγαλοψυχίαν, καὶ τὴν θερμὴν αὐτοῦ καὶ γνησίαν ἀγάπην. Οὕτω γὰρ αὐτοὺς εἶχεν ἐν διανοίᾳ, ὡς καὶ ἐν ἐπιστολαῖς αὐτῶν μεμνῆσθαι πολλάκις. Ἀλλ᾽ ἴδωμεν τίνες καὶ ὁποῖοι ἦσαν οὗτοι, οἱ τὸν Παῦλον οὕτω χειρωσάμενοι, καὶ πρὸς τὸν οἰκεῖον ἐπισπασάμενοι πόθον.