Ταῦτα καὶ ἄρχοντες μανθανέτωσαν, καὶ ἀρχόμενοι, καὶ ἱερεῖς, καὶ οἱ τῶν λαϊκῶν τὴν τάξιν ἔχοντες, ἵν᾽ ἐκεῖνοι μὲν μὴ τοὺς πλουτοῦντας θαυμάζωσι, μηδὲ τὰς περιφανεῖς διώκωσιν οἰκίας, ἀλλ᾽ ἀρετὴν μετὰ πενίας ζητῶσι, καὶ τοῖς πτωχοτέροις τῶν ἀδελφῶν μὴ ἐπαισχύνωνται, μηδὲ τὸν σκηνοποιὸν, καὶ τὸν βυρσοδέψην, καὶ τὸν πορφυροπώλην, καὶ τὸν χαλκοτύπον παρατρέχοντες, τοὺς ἐν δυναστείαις θεραπεύσωσιν· οἱ δὲ ἀρχόμενοι, ἵνα μὴ νομίζωσιν εἶναι κώλυμα πρὸς τὴν ὑποδοχὴν τῶν ἁγίων, ἀλλ᾽ ἐννοοῦντες τὴν χήραν, ἢ τὸν Ἠλίαν ὑπεδέξατο, δράκα ἀλεύρου μόνον ἔχουσα, καὶ τούτους, οἳ τὸν Παῦλον διετίαν ἐξένισαν, τὰς οἰκίας διανοίγωσι τοῖς δεομένοις, καὶ πάντα τοῖς ξένοις ὦσι κοινὰ κεκτημένοι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οἰκέτας οὐκ ἔχεις διακονουμένους.