Καὶ γὰρ καὶ θηρία καὶ ἑρπετὰ εἰς λάκκον ἐμπίπτοντα, ἂν μὲν εὕρῃ τινὰ διέξοδον ἄνωθεν, ἀναβάντα ἀγριώτερα γίνεται· ἂν δὲ μένῃ κάτω διηνεκῶς συγκεκλεισμένα, πάντοθεν ἀπόλλυται ῥᾳδίως καὶ ἀφανίζεται· οὕτω δὴ καὶ τὰ πονηρὰ ἐνθυμήματα, ἂν μὲν εὕρῃ τινὰ διὰ τοῦ στόματος ἡμῶν καὶ τῶν ῥημάτων ἔξοδον, ἀνάπτει τὴν ἔνδον φλόγα· ἂν δὲ ἀποκλείσῃς αὐτὰ διὰ τῆς σιγῆς, ἀσθενέστερα γίνεται, καὶ καθάπερ λιμῷ τηκόμενα τῇ σιωπῇ, ταχέως ἐναποθνήσκει τῇ διανοίᾳ. Ὥστε κἂν ἐπιθυμήσῃς τινὰ αἰσχρὰν ἐπιθυμίαν, μὴ φθέγξῃ δὲ ῥῆμα αἰσχρὸν, κατέσβεσας καὶ τὴν ἐπιθυμίαν. Οὐκ ἔχεις διάνοιαν καθαράν; Κἂν στόμα ἔχε καθαρὸν, καὶ μὴ κενώσῃς ἔξω τὸν βόρβορον, ἵνα μὴ καὶ ἕτερον καὶ σαυτὸν καταβλάψῃς. Οὐ γὰρ τοῖς λέγουσι μόνον, ἀλλὰ καὶ τοῖς ἀκούουσιν αἰσχρὰ φθεγγομένων ἑτέρων πολλὴ προσγίνεται κηλίς. Διὰ τοῦτο παραινῶ καὶ συμβουλεύω, μὴ μόνον τοῦ λέγειν τὰ τοιαῦτα, ἀλλὰ καὶ λεγόντων ἑτέρων τοῦ ἀκούειν ἀπέχεσθαι, καὶ τῷ θείῳ προσηλῶσθαι νόμῳ διηνεκῶς. Τὸν γὰρ τοιοῦτον καὶ ὁ Προφήτης μακαρίζει, λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ᾽ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.