Τὸ πρὸς Θεὸν τὴν διάλεξιν ποιεῖσθαι προθεμένους καὶ αὐτῷ τὴν δοξολογίαν ἀναπέμποντας, εἶτα ἀφέντες τοῦτον, τὸν πλησίον ἕκαστος ἀπολαβών, τὰ κατ᾽ οἶκον διατίθεται, τὰ ἐν ταῖς ἀγοραῖς, τὰ ἐν τῷ δήμῳ, τὰ ἐν τοῖς θεάτροις, τὰ ἐν τῷ στρατῷ καὶ πῶς μὲν ταῦτα διῳκήθη, πῶς δὲ ἐκεῖνα παρεωράθη καὶ τί τὸ πλεονάζον ἐν ταῖς πραγματείαις, τί δὲ τὸ ἐλλεῖπον· καὶ ἁπλῶς περὶ πάντων τῶν κοινῶν καὶ ἰδίων ἐνταῦθα διαλέγονται. Καὶ ποίας ταῦτα συγγνώμης ἄξια; Καὶ βασιλεῖ μέν τις τῷ ἐπιγείῳ διαλεγόμενος, περὶ ἐκείνων μόνων ποιεῖται τὸν λόγον, περὶ ὧν ἃ ἐκεῖνος βουληθείη καὶ ὧν προτείνει τὰς ἐρωτήσεις· εἰ δὲ καὶ ἕτερόν τι παρὰ τὴν ἐκείνου γνώμην ὑποβαλεῖν τολμήσειε, τὴν ἐσχάτην τιμωρίαν ὑποστήσεται· σὺ δὲ τῷ βασιλεῖ τῶν βασιλευόντων προσομιλῶν, ᾧ φρίττοντες λειτουργοῦσιν ἄγγελοι, ἀφεὶς τὴν πρὸς αὐτὸν διάλεξιν, περὶ πηλοῦ καὶ κόνεως καὶ ἀράχνης διαλέγῃ; Ταῦτα γάρ ἐστι τὰ παρόντα πράγματα. Καὶ πῶς οἴσεις τὴν τῆς καταφρονήσεως δίκην; τίς δέ σε τῆς τοιαύτης ἐξαιρήσεται τιμωρίας; Ἀλλὰ κακῶς, φησί, τὰ τῶν πραγμάτων καὶ τὰ τῆς πολιτείας διάκεινται καὶ πολὺς ἡμῖν περὶ τούτου ὁ λόγος, πολὺς ὁ ἀγών. Καὶ τίς ἡ αἰτία; Ἡ τῶν κρατούντων, φησίν, ἀβουλία. Οὐχ ἡ τῶν κρατούντων ἀβουλία, ἀλλὰ ἡ ἡμῶν ἁμαρτία, ἡ τῶν πλημμελημάτων εἴσπραξις.