Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, ἄνδρα κατὰ τὴν καρδίαν μου· καὶ, Πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς· καὶ, Τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Τοῦτο δὲ εἰπὼν ἑαυτὸν ἐδειγμάτισεν ὁ Δαυΐδ. Ὁρᾷς ὅτι μέγα κέρδος γίνεται τοῦ ἀνθρώπου τὸ μνημονεύειν τοῦ Θεοῦ; Ἐμνήσθην τοῦ Θεοῦ, εἶπεν ὁ Δαυῒδ, καὶ ηὐφράνθη ἡ καρδία μου. Αἱ μὲν γὰρ ἄλλαι εὐφρασίαι διὰ τοῦ στόματος εἰσέρχονται, καὶ διὰ τοῦ ἀφεδρῶνος μεθοδεύονται· ἡ δὲ τοῦ Θεοῦ εὐφρασία, ὡς πηγὴ, μελίῤῥυτα ῥήματα τὴν καρδίαν εὐφραίνει, ὥστε λέγειν τὸν τοιοῦτον· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου; ὑπὲρ μέλι τῷ στόματί μου. Ὁ γὰρ τοῦ Θεοῦ μνημονεύων, πάντα τὰ ἀγαθὰ τῆς εὐφροσύνης ἔχει ἐν τῇ καρδίᾳ φωλεύοντα· ἐκεῖ πηγὴ βρύουσα ἀγαθὰ, ἐκεῖ μέλι καὶ κηρίον καὶ λύχνος ἁπτόμενος, ἐκεῖ θησαυρὸς κρυπτόμενος τῆς ἁγίας Τριάδος. Λοιπὸν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα ἔρχονται, καὶ μονὴν παρ᾽ αὐτῷ λαμβάνουσι, καὶ λοιπὸν οὐκ ἔτι γίνεται ἄνθρωπος κατηχούμενος, ἀλλ᾽ ἄγγελος θεοφορούμενος. Ἐπειδὴ οὖν τοιαύτης χάριτος κατηξίωται ὁ ἄνθρωπος, καὶ τοιαύτης εὐφρασίας ἀπολαύσας ηὐφραίνετο ὁ Δαυῒδ, καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ εὐφρασίας ἀπολαύοντες, συνεχῶς μνημονεύσωμεν τοῦ Θεοῦ, ἵνα τῶν αὐτοῦ ἀγαθῶν ἀπολαύσωμεν.