Ὁμοίως δὲ καὶ τὸν Βαρνάβαν ἀκούομεν εἶναι ἀγαθόν· ὅσον ἐν συγκρίσει τῶν ἄλλων ἀνθρώπων καὶ ἀγαθὸν αὐτὸν οἴδαμεν, ὅσον δὲ ἐν συγκρίσει θεοῦ καὶ οὗτος οὐκ ἔστιν ἀγαθός· 〈οὐδεὶς〉 γὰρ 〈ἀγαθός, εἰ μὴ μόνος ὁ θεός.〉 Καὶ ὥςπερ ἐν ὥρᾳ ἑσπέρας λέγει τις φωτεινὸν τὸν ἀστέρα ὅσον ἐν συγκρίσει τῶν ἄλλων ἀστέρων, ἡλίου δὲ φανέντος οὐκ ἄν τις εἴποι φωτεινὸν τὸν ἀστέρα διὰ τὸ τῇ ὑπερβαλλούσῃ αἴγλῃ τοῦ ἡλίου καλύπτεσθαι τὴν λαμπηδόνα τοῦ ἀστέρος, ὡςαύτως καὶ ἄνθρωπόν φαμεν εἶναι ἀληθινὸν καὶ ἀγαθὸν ὅσον ἐν συγκρίσει τῶν ἄλλων, ὅσον δὲ ἐν συγκρίσει θεοῦ οὐκ ἔστιν ἀληθὴς ἄνθρωπος· 〈πᾶς〉 γὰρ 〈ἄνθρωπος ψεύστης.〉 Ἀλλὰ δεῦρο, ἀγαπητοί, τρέψωμεν τὸν λόγον, ἵνα ἑτέραν ἐν αὐτῷ νοημάτων χάριν ἐκλάμπουσαν εὕρωμεν. 〈Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης.〉 Δαυὶδ ὁ μακάριος, ὁ ἐν παιδίῳ φιλόλογος, ὁ ἐν ἡλικίᾳ φιλόπονος, ὁ ἐν τῷ γήρᾳ φιλόσοφος, Δαυὶδ ὁ μακάριος θεόφιλος ὢν καὶ βουλόμενος θεὸν περιαθρῆσαι ὀφθαλμοῖς καρδίας, ὁποῖός ἐστιν, ἔξω γενόμενος τῶν σαρκικῶν ἐπιθυμιῶν καὶ τῷ νῷ τὸν ἀέρα παραδραμὼν καὶ τὰς νεφέλας ὑπερκύψας καὶ τὸν οὐρανὸν ὑπεραλόμενος καὶ τὰς ἀγγελικὰς δυνάμεις παραπετασθεὶς καὶ εἰς αὐτὸ τὸ ἄϋλον καὶ ἀκραιφνέστατον εἶδος τοῦ θεοῦ ἐμβατεύσας καὶ θεωρήσας τὴν αἴγλην ἐκείνην καὶ τὴν ἀστραπὴν τῆς θεότητος ἀνείκαστον μεγαλειότητα οὖσαν καὶ νοήσας, ὅτι οὐδεὶς ἀνθρώπων οὐδὲ μία γλῶσσα ἀνθρωπίνη ἱκανή ἐστι διηγήσασθαι τὸ μέγεθος τοῦ θεοῦ, γεγονὼς ἐν τοιαύτῃ ἐκστάσει καὶ καταμαθὼν ἀκριβῶς θαρσῶν ἀποφαίνεται λέγων· 〈Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης.〉 Ἀλλὰ δεῦρο πάλιν τρέψωμεν τὸν μαργαρίτην τοῦ λόγου καὶ ὑπὸ τῆς ἐγκειμένης αἴγλης τοῦ πνεύματος τὸν νοῦν ἡμῶν καταυγάσωμεν.