Εἰ τοίνυν βασιλεὺς Ῥωμαίων Αὔγουστος καὶ πρῶτος, εἰκότως τῇ καταβολῇ τῆς Ῥωμαίων βασιλείας τὴν κατὰ σάρκα οἰκονομίαν ἀνεδέξατο ὁ Χριστός. Ἔμελλε γὰρ ἡ ῥάβδος εἰσάγεσθαι ἡ σιδηρᾶ, ἡ ῥάβδος περὶ ἧς ἔλεγεν ὁ Δαυΐδ· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ, Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· ὡσανεὶ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν διαλεγομένου, καὶ λέγοντος· Ἰουδαῖοι παρῃτήσαντο τὴν σὴν βασιλείαν, καὶ τὴν ἀρχὴν ἠτίμασαν· εὐκαταφρόνητον τὸ ἔθνος, ὀλίγοι εἰσὶν οἱ ἀποστραφέντες· Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, οὐ τὴν γωνίαν τῆς Παλαιστίνης, οὐδὲ τὸ ἔθνος τὸ περιτετμημένον, τὸ μάταιον καὶ ἀκάρδιον τῇ ψυχῇ· ἀλλὰ, Δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ποιμανεῖς δὲ αὐτοὺς ἐπειδὴ οὐκ ἠβουλήθησαν τῷ Εὐαγγελίῳ ὑπακοῦσαι· ἐπειδὴ οὐκ ἠβουλήθησαν εἶξαι τοῖς θαύμασι, ποιμανεῖς αὐτοὺς, οὐ λόγῳ, ἀλλ᾽ ἔργῳ καὶ ῥάβδῳ σιδηρᾷ, τῇ Ῥωμαίων ἀρχῇ· διὰ τοῦτο ὑπόκεινται τῇ ἀρχῇ τῆς ῥάβδου.