Καὶ γὰρ τὰ νοσήματα τὰ ἀνθρώπινα τότε ἐπιτείνεται. Καὶ τίνος ἕνεκεν τότε ἐπιτείνεται; φησίν. Ἐμοὶ δοκεῖ, ὅτι ἐπειδὴ χρονίζει τὸ δικαστήριον, καὶ μέλλουσιν αἱ εὐθῦναι, καὶ οὔπω παραγέγονεν ὁ κριτὴς, ῥᾳθυμότεροι γίνονται οἱ μέλλοντες λόγον ὑπέχειν. Ὅπερ οὖν καὶ περὶ τοῦ πονηροῦ οἰκέτου φησὶν ὁ Χριστὸς, ὅτι ἐκεῖθεν γέγονε ῥᾳθυμότερος. Χρονίζει γὰρ ὁ Κύριός μου, φησὶν ὁ οἰκέτης, καὶ διὰ τοῦτο τοὺς συνδούλους ἔτυπτε, καὶ τὴν δεσποτικὴν διετάραττεν οὐσίαν. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς συνελθοῦσι καὶ βουλομένοις μαθεῖν τὴν ἡμέραν τῆς συντελείας, οὐκ ἔλεγε, τῇ ἀδηλίᾳ τῶν μελλόντων ἐναγωνίους ἡμᾶς ποιῶν διηνεκῶς, ἵνα ἕκαστος ἀεὶ προσδοκῶν τὸ μέλλον, καὶ ἐν ἐλπίσιν ὢν τῆς τοῦ Χριστοῦ παρουσίας, σπουδαιότερος ᾖ. Διὰ τοῦτο παραινεῖ τις λέγων· Μὴ ἀναβάλλου ἐπιστρέψαι ἐπὶ Κύριον, μηδὲ ἀνάμενε ἡμέραν ἐξ ἡμέρας, μήποτε ὡς μέλλεις ἐκτριβῇς. Ἄδηλός ἐστιν ἡ τελευτὴ, φησὶ, καὶ διὰ τοῦτο ἄδηλος, ἵνα ἀεὶ σπουδάζῃς. Διὰ τοῦτο ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἡ ἡμέρα Κυρίου ἔρχεται· οὐχ ἵνα κλέψῃ, ἀλλ᾽ ἵνα ἡμᾶς ἀσφαλεστέρους ποιήσῃ. Ὁ γὰρ τὸν κλέπτην προορῶν, ἐν ἀγρυπνίᾳ διάγει, καὶ λύχνον ἅψας διὰ παντὸς ἐγρήγορεν. Οὕτως οὖν καὶ ὑμεῖς ἅψαντες τὸ φῶς τῆς πίστεως καὶ τῆς ὀρθῆς πολιτείας, φαιδρὰς ἔχετε τὰς λαμπάδας ἐν ἀγρυπνίᾳ διηνεκεῖ.