ιβʹ. Ἡ μὲν οὖν αἰτία, δι᾽ ἣν οὐκ ἐπιστεύθη τοὺς Ἰουδαίους, ἀλλὰ τοὺς ἐξ ἐθνῶν, ἐστὶν αὕτη. Πιστευθεὶς δὲ λοιπὸν ἐκείνους, οὐχ ὁμοίως τῷ Πέτρῳ, οὐδὲ διὰ τῆς αὐτῆς ὁδοῦ πρὸς τὴν πίστιν αὐτοὺς ἐνῆγεν, ἀλλὰ δι᾽ ἑτέρας. Ἑτέρας δὲ ὅταν ἀκούσῃς, μὴ διαφορὰν ἐν τῷ κηρύγματι νομίσῃς εἶναι. Τὰ γὰρ αὐτὰ ἀμφότεροι καὶ Ἰουδαίοις καὶ Ἕλλησιν ἐκήρυττον· οἷον, ὅτι Θεὸς ὁ Χριστὸς, ὅτι ἐσταυρώθη καὶ ἐτάφη, καὶ ἀνέστη, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, ὅτι μέλλει κρίνειν ζῶντας καὶ νεκροὺς, καὶ ὅσα τοιαῦτα ἦν, ὁμοίως καὶ Παῦλος καὶ Πέτρος ἐκήρυττον. Ἐν τίσιν οὖν ἦν ἡ διαφορά; Ἐν τῇ παρατηρήσει τῶν βρωμάτων, ἐν τῇ περιτομῇ, ἐν τοῖς ἄλλοις τοῖς Ἰουδαϊκοῖς ἔθεσιν. Ὁ μὲν γὰρ Πέτρος οὐκ ἐτόλμα τοῖς ἑαυτοῦ μαθηταῖς φανερῶς λέγειν καὶ διαῤῥήδην, ὅτι δεῖ τούτων ἀποστῆναι καθάπαξ. Ἐδεδοίκει γὰρ, μήποτε πρὸ καιροῦ τὴν συνήθειαν ταύτην ἀνασπάσαι βουλόμενος, καὶ τὴν εἰς τὸν Χριστὸν πίστιν συνανασπάσῃ μετ᾽ ἐκείνων, τῆς ψυχῆς τῶν Ἰουδαίων οὐκ ἀνεχομένης οὐδέπω, διὰ τὴν χρονίαν τὴν περὶ τὸν νόμον πρόληψιν, τῶν ῥημάτων ἀκούειν τούτων. Διὰ τοῦτο ἠνείχετο ὁ μακάριος Πέτρος ἰουδαϊζόντων αὐτῶν.