Οὕτω λέγει ὁ Θεὸς ὁ τῶν ὅλων Δεσπότης· «ὅτι σοὶ ἐγκαταλέλειπται ὁ πτωχός». Ὥσπερ ἂν παιδίῳ δώσῃ ἀργύριόν τις, μετὰ πάσης ἀσφαλείας κατέχειν ἐπιτάττει καὶ λαβὼν μετὰ πάσης σπουδῆς ἀσφαλίζεται, οὕτω θέλει ὁ Θεός· δός, φησί, τῷ δεομένῳ, παράδος εἰς τὸν ἀσφαλέστερον κόλπον τοῦ πένητος, ἵνα μή τις ἁρπάσῃ, δὸς εἰς τὸν ἄσυλον θησαυρόν, ἵνα μή τις ἀποκλέψῃ, σκόρπισον εἰς τὴν εὐθαλεστέραν γῆν, ἵνα ἑκατονταπλασίονα λήψεσαι. Καὶ ποῦ ὁ τόκος εἰπέ, φησίν, ὦ δέσποτα; ὁ τόκος, φησί, ζωὴν αἰώνιον κληρονομήσετε. Ἀλλὰ πάλιν λέγει τις τῶν ἀφρόνων· διδάσκαλε, τίς τὰ ἐμὰ ἀπὸ τῶν ἐμῶν θησαυρῶν συλῆσαι δυνήσεται; τὰ κλεῖθρα κέκλεισται μετὰ πάσης ἀσφαλείας.