ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ Ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, προειρηκότος (ἐπισκόπου) ὀλίγα εἰς τὸ Εὐαγγέλιον, εἰς τὸ, «Οὐδέποτε ἀφ᾽ ἑαυτοῦ ποιεῖ ὁ Υἱὸς οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα.» αʹ. Ὢ τῆς βίας, ὢ τῆς τυραννίδος. Πεπληρωμένην τὴν φιάλην ἔχων ὁ διδάσκαλος προειρηκὼς, ἄκροις τοῖς χείλεσιν γεύσασθαι ἡμᾶς ἐπήγαγε τὸ πόμα· τοῦτο δὲ πεποίηκεν, οὐ δι᾽ ἔνδειαν διδασκαλίας· καὶ γὰρ καὶ πηγῆς οὐκ ἔλαττον βρύειν εἴωθεν· ἀλλ᾽, ὥσπερ ἔφθην εἰπὼν, τῆς ὑμετέρας ἀγάπης φανερῶν τὴν τυραννίδα, ἢν περὶ τὴν ἡμετέραν σμικρότητα ἐπιδείκνυσθαι μεμελετήκατε· διὰ τοῦτο ταχέως ἐσίγησεν, καὶ τὸν λόγον κατέκλεισε, τῇ ἐπιθυμίᾳ τῇ ὑμετέρᾳ χαρίσασθαι βουλόμενος, καὶ ὁλοκλήρου τοῦ ὀφλήματος ἡμᾶς ὑπευθύνους καθιστάς. Ἐπεὶ οὖν καὶ αὐτὸς ἡμῖν τῷ λόγῳ παρεχώρησεν, καὶ ὑμᾶς ἐκκρεμαμένους ὁρῶ τῆς γλώττης τῆς ἡμετέρας, ἀνάγκη λοιπὸν ἀποδύσασθαι πρὸς τὰ παλαίσματα· ἀλλὰ συνάρασθέ μοι, καὶ χεῖρα ὀρέξατε, ταῖς εὐχαῖς διεγείροντες ἡμῶν τὴν γλῶσσαν, καὶ τῇ συνέσει τῆς ἀκροάσεως εὔκολον ἐργαζόμενοι τὴν διδασκαλίαν. Ἐπεὶ καὶ ὁ προφήτης οὐ θαυμαστὸν ζητεῖ μόνον σύμβουλον, ἀλλὰ καὶ συνετὸν ἀκροατήν.