Καθάπερ γάρ τις καμὼν, εἶτα εἰς λειμῶνα εἰσελθὼν, γάννυται καὶ διαχεῖται, τραχὺ μὲν ὁρῶν οὐδὲν οὐδὲ ἐπίπονον, ἄνεσιν δὲ καὶ τέρψιν καὶ ψυχαγωγίαν πολλήν· οὕτω καὶ ὑμεῖς μοι διέκεισθε τότε· ἀπὸ γὰρ τῶν πόνων καὶ τῶν δυσκολιῶν τῆς ἀκροάσεως ἐκείνης, ὥσπερ εἰς λειμῶνα εἰσελθόντες τῶν μαρτύρων τὰ ἐγκώμια, μετὰ πολλῆς τῆς ἀδείας τῆς τέρψεως ἐνεφορεῖσθε ἐκείνης. Οὐδὲ γὰρ λαβαὶ καὶ ἀντιλαβαὶ ἦσαν τότε, οὐδὲ παλαίσματα καὶ διαδύσεις, ἀλλ᾽ οὐδενὸς ἀντικρούοντος, ἄφετος καθ᾽ ἑαυτὸν ὁ λόγος ἠγωνίζετο, ἀπολελυμένος καὶ ἐλεύθερος ὤν. διὰ τοῦτο δὲ καὶ λαμπρότερος ἦν καὶ πανηγυρικώτερος, καὶ πλειόνων ἀπέλαυεν ἐπαίνων. Ἡ γὰρ διάνοια τῶν ἀκροατῶν, ὅταν μετ᾽ εὐκολίας τοῖς λεγομένοις παρακολουθῇ, πολλῆς ἀνέσεως ἀπολαύουσα, προθυμότερον πρὸς τὸν ἔπαινον τοῦ λέγοντος διεγείρεται. Ἐπεὶ οὖν ἱκανῶς ὑμᾶς ἀνεκτησάμεθα ἐν ταῖς ἡμέραις ταύταις, οὐδὲν ἐπίπονον καὶ τραχὺ πρὸς τὴν ὑμετέραν κινήσαντες ἀγάπην, φέρε δὴ τήμερον ὑμᾶς πάλιν ἐπὶ τὴν προτέραν ἀγάγωμεν γυμνασίαν, πρὸς τὰ ἐπιπονώτερα τῶν Γραφῶν καὶ πολλῆς δεόμενα συνέσεως χειραγωγοῦντες ὑμᾶς, οὐχ ἵνα συντρίψωμεν τῷ καμάτῳ, ἀλλ᾽ ἵνα γυμνάσωμεν εἰς τὸ δύνασθαι καὶ ταῦτα μετὰ ἀσφαλείας διαβαίνειν τὰ χωρία.