Ὥσπερ οὖν ἐκεῖνοι τοῦτο μάλιστα τῆς θαλάσσης ἀσπάζονται τὸ μέρος διὰ τὰς πυκνὰς ταύτας καὶ συνεχεῖς ἀναπαύσεις· οὕτω δὴ καὶ ἐγὼ ταύτην μάλιστα φιλῶ τὴν ὥραν, οὐκ ἐπειδὴ χειμῶνος ἀπηλλάγμεθα, οὐδὲ ἐπειδὴ θέρους ἀπολαύομεν, ζεφύρου λιγυρὰ πνέοντος, ἀλλ᾽ ἐπειδὴ τοὺς πνευματικοὺς λιμένας ἔχομεν συνεχῶς διαδεχομένους ἡμᾶς, τῶν ἁγίων μαρτύρων λέγω τὰς πανηγύρεις. Οὐ γὰρ οὕτως οἱ λιμένες πλωτῆρας, ὡς αἱ τῶν ἁγίων τούτων ἑορταὶ τοὺς πιστοὺς ἀνακτᾶσθαι πεφύκασιν. Ἐκείνους μὲν γὰρ θαλαττίων κυμάτων ἐμβολῆς καὶ ἐρεσίας μακρᾶς ἀπαλλάττουσι λιμένες· τοὺς δ᾽ εἰς πανήγυριν μαρτύρων ἀπαντῶντας πνευμάτων πονηρῶν καὶ ἀκαθάρτων, λογισμῶν ἀτόπων, πολλῆς τῆς ἐν ψυχῇ γινομένης ζάλης, ἡ τῶν ἁγίων μνήμη τούτων ἐξαρπάζειν εἴωθε. Κἂν ἐκ τῶν πολιτικῶν, κἂν ἐκ τῶν οἰκιακῶν πραγμάτων ἀθυμίαν τινὰ ἐπισυρόμενος εἰσέλθῃ, πᾶσαν αὐτὴν ἀποθέμενος, οὕτως ἄπεισι, καὶ ῥᾴων γίνεται καὶ κουφότερος, οὐχὶ κώπην ἀποτιθέμενος, οὐδὲ οἰάκων ἐξανιστάμενος, ἀλλὰ τὸ δυσβάστακτον καὶ ποικίλον τῆς βιωτικῆς λύπης φορτίον διαλύων, καὶ πολλὴν τῇ ψυχῇ δεχόμενος τὴν εὐφροσύνην.