Τούτους ἅπαντας πλέξαντας ἐνῆν καὶ ἕκτον εἰπεῖν, καὶ ἕβδομον, καὶ πλείους τούτων· ἀλλ’ ἵνα μὴ τὸν ἅπαντα χρόνον εἰς τὸν περὶ τῆς ἐπισκοπῆς ἀναλώσαντες λόγον, ἐκπέσωμεν τῶν περὶ τοῦ μάρτυρος διηγημάτων, φέρε λοιπὸν ἐπὶ τὸν ἆθλον ἐκεῖνον ἴωμεν. Πόλεμος ἀνεῤῥιπίσθη ποτὲ χαλεπὸς κατὰ τῶν Ἐκκλησιῶν, καὶ καθάπερ τυραννίδος χαλεπωτάτης τὴν γῆν καταλαβούσης, ἐκ μέσης ἀνηρπάζοντο τῆς ἀγορᾶς ἅπαντες, ἄτοπον μὲν οὐδὲν ἐγκαλούμενοι, ὅτι δὲ τῆς πλάνης ἀπαλλαγέντες, πρὸς τὴν εὐσέβειαν ἔδραμον, ὅτι τῆς τῶν δαιμόνων θρησκείας ἀπέστησαν, ὅτι τὸν ἀληθινὸν Θεὸν ἐπέγνωσαν, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ προσεκύνησαν, καὶ ὑπὲρ ὧν στεφανοῦσθαι αὐτοὺς ἐχρῆν, καὶ θαυμάζεσθαι καὶ τιμᾶσθαι, ὑπὲρ τούτων ἐκολάζοντο καὶ μυρίοις περιηντλοῦντο δεινοῖς πάντες οἱ τὴν πίστιν παραδεξάμενοι, πολλῷ δὲ πλέον οἱ τῶν Ἐκκλησιῶν προεστῶτες. Ὁ γὰρ διάβολος, κακουργὸς ὢν καὶ δεινὸς τὰς τοιαύτας ῥάπτειν ἐπιβουλὰς, προσεδόκησεν ὅτι, τοὺς ποιμένας ἐὰν ἀφέλῃ, τὰ ποίμνια ῥᾳδίως διασπάσαι δυνήσεται.