Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἔπεσεν ἐπ᾽ αὐτόν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, ὅτι εἰσηκούσθη ἡ δέησίς σου· καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Ὢ τοῦ παραδόξου καὶ μυστικοῦ θαύματος! Δικαίως ὁ Ζαχαρίας ἀντεῖπε τῷ ἀγγέλῳ. Ἄλλην παράκλησιν ἐποιεῖτο, καὶ ἄλλην ἐλάμβανεν· ὑπὲρ τοῦ λαοῦ προσηύχετο, καὶ τέκνου πατὴρ ὠνομάζετο· συγγνώμην πλημμελημάτων ἐζήτει, καὶ ἀγόνου μήτρας ἐπαγγελίας ἐδέχετο. Ἠθέλησε γὰρ ὁ Ζαχαρίας τὰς ψυχὰς τῶν ἁμαρτησάντων ἰαθῆναι, ἢ τὴν κοιλίαν τῆς Ἐλισάβετ ὀγκωθῆναι. Δικαίως ὁ Ζαχαρίας ἐταράχθη φόβῳ συσχεθείς· ἄνθρωπος γὰρ ἦν τροπῇ δουλεύων, εἰ καὶ ἱερατικὸν ἀξίωμα περιεβέβλητο Εἶπε δὲ Ζαχαρίας εὐθέως κατὰ ψυχὴν μόνον, ὡς εἶδε τὸν ἄγγελον· Ξένη τοῦ ἀνδρὸς ἡ ἐπιστασία, ξένη τῶν ῥημάτων ἡ ἐπαγγελία. Τίς οὗτος, ὁ τεθαῤῥημένῳ ποδὶ τὸν ἱερὸν ναὸν βηματίζων; τίς οὗτος, ὁ ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος παρεστώς; τίς οὗτος, ὁ ἀλλομόρφου θέας μορφαῖς περιαστράπτων; τίς οὗτος; οὐκ εἶδον ἄνθρωπον πτερωτὸν, οὐδ᾽ αὖ πετεινὸν ἀνθρωπόμορφον.