Οὐδὲν ἡμᾶς προσήκοντας ἀλλήλοις κατὰ συγγένειαν σαρκικὴν ἡ πνευματικὴ συγγένεια πατρῶν φιλοστοργοτέρους ἐποίησεν. Εἰ βούλεσθε, καὶ τὸν μάρτυρα λάβωμεν μεθ᾽ ἑαυτῶν· οὐκ ἐπαισχύνεται γὰρ ἐλθεῖν καὶ σῶσαι τοὺς ἀδελφούς. Ἐπιστήσωμεν αὐτοῖς ἐκείνων ὀφθαλμοῖς, φοβηθῶσι παρόντα, αἰδεσθῶσι παρακαλοῦντα καὶ δεόμενον· οὐ γὰρ αἰσχύνεται καὶ παρακαλέσαι. Εἰ γὰρ ὁ Δεσπότης αὐτοῦ παρακαλεῖ τὴν ἡμετέραν φύσιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, φησὶν ὁ Παῦλος, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν, Καταλλάγητε τῷ Θεῷ· πολλῷ μᾶλλον ὁ δοῦλος τοῦτο ποιήσει· ἓν αὐτὸν λυπεῖ μόνον, ἡ ἀπώλεια ἡ ἡμετέρα· ἓν εὐφραίνει, ἡ σωτηρία ἡ ἡμετέρα, καὶ διὰ τοῦτο οὐ παραιτήσεται οὐδὲν ὑπὲρ αὐτῆς ποιῆσαι. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἐπαισχυνθῶμεν, μηδὲ περιττὸν εἶναι νομίσωμεν. Εἰ γὰρ ἄνθρωποι θηραταὶ κρημνοὺς καὶ ὄρη καὶ βάραθρα καὶ πᾶν ἄβατον ἀπέρχονται χωρίον, εἴτε λαγωὸν, ἢ δορκάδα, ἢ ἄλλο τι τῶν τοιούτων, ἢ καὶ ὄρνιθας πολλάκις ταύτας τὰς ἀγρίας θηρεῦσαι βουλόμενοι· σὺ μέλλων οὐκ ἄλογον εὐτελὲς, ἀλλ᾽ ἀδελφὸν πνευματικὸν, δι᾽ ὃν ὁ Χριστὸς ἀπέθανεν, ἐπαναγαγεῖν ἐξ ἀπωλείας, καὶ οὐκ ὄρη καὶ νάπας, ἀλλὰ τὴν πύλην ἐξελθεῖν, μόνον ἀναδύῃ καὶ ἐρυθριᾷς; καὶ ποίαν ἕξεις, εἰπέ μοι, συγγνώμην; οὐκ ἀκούεις σοφοῦ τινος παραινοῦντος καὶ λέγοντος· Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν; Ἀλλὰ δέδοικας μή τις ἐγκαλέσῃ;