Καὶ γὰρ εὐθέως εἰσελθὼν, τῆς πόλεως ἐξεβάλλετο, τῶν τῆς ἀληθείας ἐχθρῶν ἀπελαυνόντων αὐτόν. Ὁ δὲ Θεὸς συνεχώρησεν ὁμοῦ καὶ τὴν ἀρετὴν τὴν ἐκείνου, καὶ τὴν ἀνδρείαν τὴν ὑμετέραν δεῖξαι βουλόμενος. Ἐπειδὴ γὰρ εἰσελθὼν, καθάπερ Μωϋσῆς εἰς Αἴγυπτον, αἱρετικῆς τὴν πόλιν ἀπήλλαξε πλάνης, καὶ τὰ σεσηπότα μέλη καὶ ἀνιάτως ἔχοντα τοῦ λοιποῦ σώματος ἀποκόψας, ἀκέραιον τὴν ὑγίειαν ἐπανήγαγε τῷ πλήθει τῆς Ἐκκλησίας, οἱ τῆς ἀληθείας ἐχθροὶ τὴν διόρθωσιν οὐκ ἐνεγκόντες, τὸν βασιλεύοντα τότε κινήσαντες, τῆς πόλεως αὐτὸν ἐξέβαλον, ταύτῃ προσδοκῶντες περιέσεσθαι τῆς ἀληθείας, καὶ τὴν τῶν γεγενημένων ἀνατρέψειν διόρθωσιν. Ἐγίνετο δὲ τοὐναντίον ἢ προσεδόκησαν, καὶ μᾶλλον καὶ ὑμῶν ὁ ζῆλος ἐδείκνυτο, καὶ ἐκείνου διέλαμπεν ἡ τῆς διδασκαλικῆς ἐπιστήμης ἀπόδειξις· ἐκείνου μὲν ὅτι ἐν τριάκοντα ἡμέραις οὐδ᾽ ὅλαις ἴσχυσεν οὕτως ὑμᾶς θεμελιῶσαι ἐν τῷ ζήλῳ τῆς πίστεως, ὡς μυρίων μετὰ ταῦτα προσβαλόντων πνευμάτων, ἄσειστον μεῖναι τὴν διδασκαλίαν ἐκείνην· ὑμῶν δὲ ἡ θερμότης ἐδείκνυτο, ὅτι ἐν τριάκοντα οὐδὲ ὅλαις ἡμέραις οὕτω μετὰ ἀκριβείας τὰ παρ᾽ ἐκείνου καταβληθέντα ἐδέξασθε σπέρματα, ὡς πρὸς τὸ βάθος τῆς διανοίας παραπέμψαι τὰς ῥίψας, καὶ μηδενὶ τῶν προσενεχθέντων ἐνδοῦναι λοιπὸν πειρασμῶν.