τούτου τοῦ μεγάλου ἄλλος ἐστὶ μείζων, μήπω πιστεύσας, μήπω ἐγερθεὶς εἰς τὸ κηρύξαι· οὔπω ἐχειροτονήθη εἰς ἀποστολήν, οὔπω αὐτῷ ὤφθην διώκοντι, ἀλλὰ μὴν ἐν τῷ διώκειν ἐστίν· πρὸς μὲν γὰρ τοὺς ἐγερθέντας ἀληθῶς μείζων Ἰωάννου, πρὸς δὲ τὸν μέλλοντα ἐγείρεσθαι ἐλάχιστός ἐστιν· ὁ γὰρ μικρότερος ἐνταῦθα μείζων αὐτοῦ ἐστιν ἐν τῇ βασιλείᾳ, καὶ ὁ μέλλων ἐν ὑμῖν εἶναι μείζων, ἔστω ὑμῶν διάκονος καὶ ἔσχατος. Ἴδωμεν οὖν τίς ἐστιν ὁ ἐλάχιστος καὶ ἔσχατος πάντων, ἵνα γνωρίσωμεν καὶ τὸν μείζω, ἐπειδὴ ὥσπερ τι διδακτικὸν τοῦ μείζονος τὸ ἔσχατον. Τί οὖν λέγει ὁ Ἀπόστολος; “Καὶ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, καὶ ἔσχατον πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί„. Εἰ οὖν ἔσχατος καὶ ἐλάχιστος ἐδείχθη οὗτος πάντων, δῆλον ὅτι μείζων πάντων διὰ τὸ οὕτως ἀποφήνασθαι τὸν Κύριον. Οὐ μόνον δὲ Ἰωάννου μείζων, ἀλλὰ καὶ πάντων τῶν ἁγίων. “Ἑβραῖοί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ· διάκονοι Χριστοῦ εἰσιν, ὑπὲρ ἐγώ„. Τί τούτου φανερώτερον; Καὶ ἐπὶ μὲν τῶν Ἑβραίων καὶ Ἰσραηλιτῶν ὡς ἐλαχίστων παρησύχασεν τὸ ὑπέρ, ἵνα μή τις εἴπῃ ἐκείνων μείζονα, τούτων δὲ ἴσον· ἀλλὰ τὸ ἐπὶ πάντων τιμιώτερον, τὸ μεῖζον προσέθηκεν, ἵνα ἀναμφίβολον ποιήσῃ τὸ ζήτημα.