Πρῶτος οὗτος τοῦ Σωτῆρος διάκονος, ὡς καὶ πρῶτος τῆς ἀθλήσεως μάρτυς. Καὶ τῶν πραγμάτων τὸ ξένον, ὅτι οὐ πυρὶ, οὐ σιδήρῳ, οὐ θηρίοις, οὐχ ἑτέροις δεινοῖς τὸ τοῦ δικαίου τούτου πληροῦται μαρτύριον, ἀλλὰ μόνῃ τῇ τῶν λίθων βολῇ. Ἔδει λίθοις κοσμηθῆναι μόνοις τὸν Στέφανον, καὶ δέξασθαι τῆς ἀληθείας τὴν χάριν ἐκ τῆς τῶν λίθων προσθήκης. Ὡς γὰρ ἐν χρυσῷ τῷ σώματι ἡ τῶν λίθων ἐνετέθη βολὴ, καὶ μάλιστα ἐν τῇ πανταχόθεν περιῤῥεομένῃ τῷ αἵματι τῇ κεφαλῇ. Ὁρῶντες οὖν πολλοὶ γεγόνασι μάρτυρες. Περιπόθητος γὰρ τοῖς ἀθλοῦσιν ὁ Στέφανος, τήν τε τιμὴν προξενῶν, καὶ ἐκδιδάσκων τὴν ἄθλησιν· ὁδηγεῖ γὰρ τοῖς ἰδίοις παλαίσμασι, καὶ προτρέπεται τῷ ἰδίῳ ὀνόματι. Διὸ καὶ ἐκ τῶν πραγμάτων τῶν αὐτοῦ πρὸ τοῦ Παύλου βοᾷ· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Ἠκολούθησα γὰρ, φησὶ, καὶ λόγῳ, καὶ βίῳ, καὶ τελευτῇ τῷ τῶν ἁπάντων Δεσπότῃ. Δεῦτε, μιμήσασθε καὶ ὑμεῖς ἕκαστα τούτων σὺν ἐμοὶ κατορθοῦντες· δυνατὸν γὰρ καὶ συμφέρον τοῖς θέλουσι. Καὶ μάρτυς ἐγὼ, ὁ καὶ πρῶτος μετὰ τὸν Δεσπότην ἀθλήσας, καὶ πρῶτος ἐν οὐρανῷ τὰ κρυπτὰ θεωρήσας. Εἶδον γὰρ ἐκ δεξιῶν τοῦ Πατρὸς τὸν Ἰησοῦν ἑστῶτα, κἀκεῖνο περιεσκόπουν γενόμενον· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.