Καὶ ὁ ἄρχων τῆς βασιλείας, φησὶ, Περσῶν εἰστήκει ἐξ ἐναντίας μου. Ἆρα μὴ τὸν τῶν ἀνθρώπων λέγων ἄρχοντα; Οὐδαμῶς. Καὶ γὰρ ἀλλαχοῦ λέγει· Ὁ ἄρχων τῶν Ἑλλήνων ἐξῆλθεν. Ἐμοὶ δοκεῖ οὗτος οὐκ εἶναι τῶν ἀρχόντων, οὐδὲ τῶν ἐπιτεταγμένων ἔθνος, ἀλλὰ τῶν ἄνω δυνάμεων. Εἶτα ἐπειδὰν οὐκ ἴσχυον οἱ ἄγγελοι ἄλλοι ἀντιστῆναι αὐτῷ, τούτῳ λέγεται. Ἀπελύθησαν, φησί· τί πάλιν ζητεῖς; Καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι· καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως Περσῶν. Καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἰδοὺ ἡ ὅρασις εἰς ἡμέρας. Τίνος ἕνεκεν πρὸ τῶν εἴκοσι ἡμερῶν οὐκ ἦλθεν ὁ Μιχαήλ; Ἐμοὶ δοκεῖ, δεῖξαι βούλεται τῷ προφήτῃ, ὅτι κεκωλυμένα πράγματα αἰτεῖ καὶ παράνομα καὶ κατηναγκασμένα, μονονουχὶ καὶ τοῖς ἀγγέλοις βίαν ποιῶν. Διὰ τοῦτο οὐδὲ Μιχαὴλ εὐθέως ἐν ἀρχῇ βοηθεῖ, ἀλλ᾽ ὕστερον, ἵνα μάθωσιν ὅτι οὐκ ἦσαν ἄξιοι ἀνελθεῖν οἱ μετὰ ταῦτα. Ἀδικοῦνται οἱ ἄγγελοι. Καὶ αὐτὸν ἀφῆκαν ἐκεῖ, ὥστε ἢ πεῖσαι, ἢ κωλῦσαι. Καὶ τίς ἄγγελος τοιοῦτος, ὡς ἀκούσας τοῦ Θεοῦ δόντος τὴν χάριν, ἀντιστῆναι; Σωματοποιεῖ, ὡς οἶμαι, τὸ πρᾶγμα, ὥσπερ ἐκεῖ [f. ἐπεὶ] ἔλεγε· Τίς ἐξελεύσεται, καὶ ἀπατήσει μοι τὸν Ἀχαάβ; Καὶ πάλιν· Ἄφες με, καὶ ἐξαλείψω αὐτούς. Οὐ κωλύεται ὁ Θεὸς, οὐδὲ ἀνάγκην πάσχει, κατεχόμενος ὑπὸ τοῦ προφήτου.