Ἀλλὰ πάντων μὲν ἔστι πέρας, φησὶν, οὗτοι δὲ ἁμαρτάνουσι μόνοι ἀθάνατα, καὶ κόρον οὐκ ἔχουσι τῶν κακῶν· καίτοιγε τῶν κατὰ φύσιν. Οὐ καιρός ἐστι τῶν ἐν ἐπιθυμίᾳ [ἴσ. κόρος οὐκ ἔστι καὶ τῶν ἐν ἐπιθ.], καμνούσης τῆς φύσεως, καὶ οὐκ ἐθελούσης λοιπὸν ἐργάζεσθαι, ἀλλ᾽ ἀναπαύσασθαι βούλονται [ἄλλ. βουλομένης]. Ὑμεῖς δὲ οὐχί. Οὐκέτι ἵππων φίλον τὸ τρέχειν, ἀλλὰ ζητοῦσί ποτε καὶ ἀνάπαυσιν, Πάντα μεταβολὴν οἶδεν, ὑμεῖς δὲ οὐχὶ, τὰ κακὰ πράττοντες. *Καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς· τρυγὼν, καὶ τέτιξ, καὶ χελιδὼν ἀγροῦ, στρουθία ἐφύλαξαν καιροὺς εἰς ὁδὸν αὐτῶν.