Ἐν Ἐφέσῳ διάγων, ἐν σαρκὶ, εἰς τὰ πέρατα τῆς οἰκουμένης τῆς θεολογίας τὴν σαγήνην ἐξήπλωσε λέγων, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὡς ἀληθῶς Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός· ὁ εἰπὼν πρὸς αὐτοὺς, Ἐγὼ δώσω ὑμῖν στόμα καὶ σοφίαν. Πόσοι βασιλεῖς καὶ δυνάσται καὶ σοφοὶ ἐφώνησαν πολλάκις ἐν δυνάμει μεγάλῃ, ἀλλ᾽ ἡ φωνὴ αὐτῶν οὐδ᾽ ἕως τῶν τειχέων τῆς πόλεως ἔφθασε; καὶ ὁ πένης ὁ ἁλιεὺς ἐν Ἐφέσῳ ἐφθέγξατο· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πᾶσαν τὴν γῆν ἡ φωνὴ ἐκάλυψεν. Εἶδες στόμα πάσης φωνῆς ὑψηλότερον; εἶδες γλῶσσαν ἀστραπῆς ὀξυτέραν; εἶδες φωνὴν πάσης βροντῆς τρανοτέραν; εἶδες δύναμιν τοιαύτην; διδάσκαλον ἀπὸ τῆς Ἐφέσου πάντα τὰ ἔθνη μαθητεύοντα, καὶ θεολογεῖν διδάσκοντα· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Αὕτη ἡ φωνὴ τὴν οἰκουμένην ἡλίευσε, καὶ σαλευομένην ἐστήριξεν· αὕτη ἡ φωνὴ τὸν κόσμον ἐφώτισε, καὶ κατὰ τοῦ ἀντιπάλου ἐνίσχυσεν· αὕτη ἡ φωνὴ τῶν πολλῶν ἀνάστασις καὶ σωτηρίας πρόξενος τινῶν δὲ πτῶσις καὶ καθαίρεσις διὰ τὸ ἀντιλεγόμενον σημεῖον· τῶν μὲν πιστευόντων, ὅτι ἐν ἀρχῇ ἦν, ἀνάστασις· τῶν δὲ λεγόντων, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, πτῶσις καὶ σιωπή. Πολὺ γὰρ πλῆθος τῶν αἱρετικῶν τότε ἐπαναστάντες ἐσάλευον τὴν Ἐκκλησίαν, ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες, καὶ λέγοντες, ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν, καὶ πρὶν γενέσθαι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο.