ΚΕΦΑΛ. ΚΓʹ. «Τίς δ᾽ ἄρα γνοίη, ὅτι εὕροιμι αὐτὸν, καὶ ἔλθοιμι εἰς τέλος; [Ὁ δὲ Σύμμαχος, Ἕως τῆς ἕδρας αὐτοῦ.] Εἴποιμι δὲ ἐμαυτοῦ κρῖμα· [Ἀνθ᾽ οὗ πάλιν ὁ Σύμμαχος, Προσθήσω ἔμπροσθεν αὐτοῦ κρίσιν.] Τὸ δὲ στόμα μου ἐμπλῆσαι ἐλέγχων, γνοίην δὲ ἰάματα ἅ μοι ἐρεῖ. [Ὁ δὲ Σύμμαχος, Ῥήματα.] Αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ, καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι. [Ὁ Σύμμαχος, Διαδικάζεταί μοι.] Εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. [Ὁ Σύμμαχος, Μόνον αὐτὸς μὴ ἐπιτιθέσθω μοι.] Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ᾽ αὐτοῦ· ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρῖμά μου.» Τὸ μὲν ἐκ τοῦ λόγου συναγόμενον τοῦτό ἐστι· Τίς ἄρα μοι δῴη τὸν Θεὸν ἀκούοντά μου, καὶ ἀποκρινόμενόν μοι; ἐδικαίωσε γὰρ ἄν με. Τὰ δὲ κατὰ μέρος· Εἴθε ἦν, φησὶν, εὑρεῖν τὸν Θεόν· εἴθε ἦν ἄχρι τοῦ θείου θρόνου ἐλθεῖν, καὶ παραστῆναι, καὶ ἐντυχεῖν αὐτῷ, καὶ δικάσασθαι, καὶ τὴν ἐκεῖθεν ἀπόφασιν δέξασθαι· εἴθε παρὰ τὸ θεῖον ἐκεῖνο βῆμα γεγονὼς, ἀπωλοφυράμην πάντα τὰ κατ᾽ ἐμὲ ἃ πέπονθα, εἴποιμι δὲ καὶ τὰ ἐμοὶ βεβιωμένα· ἵνα ἐπ᾽ αὐτοῦ λέγων, ἅ τε ἔπραξα, καὶ ἃ πέπονθα, τῇ πείρᾳ μάθω ποίαν ἐκφέρει τὴν κρίσιν, καὶ τί πρὸς ταῦτα λέγει ἴαμα τῆς ἐμῆς ἀπορίας· καὶ πότερον ἰσχυρῶς ἐπεξέρχεταί με σφοδρότερον τιμωρούμενος, ἢ ἀνίησι τῆς ἀπειλῆς.