Οὐ γὰρ στήσεται, φησί, καὶ παρατάξεται, ἀλλὰ τῷ πλήθει τῶν σωμάτων καλύψει τῆς γῆς τὴν ὄψιν καὶ μετ᾽ εὐκολίας περιέσται. Εἶτα καὶ ἐν τῇ ὀργῇ πολὺ τὸ τῆς φιλανθρωπίας. Οὐ γὰρ ἀνασπάσεσθαι αὐτῶν τὴν πόλιν ἀπειλεῖ, ἀλλ᾽ αἰχμαλωσίαν τινὰ καὶ ἀπαγωγὴν προλέγει, τοὺς λειπομένους βουλόμενος τῇ τῶν ληφθέντων τιμωρίᾳ σωφρονεστέρους ποιῆσαι. Ἀφελεῖ γὰρ ἀπὸ τῆς Ἰουδαίας, φησίν, ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι. Τοὺς ἐν δυναστείᾳ, φησί, τοὺς πάντα ἄγοντας καὶ φέροντας, τοὺς τῷ πλήθει λυμαινομένους αἰχμαλώτους ποιήσει καὶ δούλους, ὥστε τότε τοὺς καταδεεστέρους ἀναπνεῦσαι μικρὸν καὶ τῷ φόβῳ τῶν ἀπαχθέντων καὶ τῆς οἰκείας ἐλευθερίας τῇ ἀδείᾳ γενέσθαι βελτίους. Διὰ τοῦτό φησι· Δυνατὸν συντελέσασθαί τι· τουτέστι, τὸν ἰσχυρόν, τὸν ἐνεργεῖν δυνάμενον, τὸν ὁτιοῦν πρᾶξαι ἰσχύοντα. Καὶ πρὸ τῆς ἀπαγωγῆς δέ, δι᾽ αὐτῆς τῆς ὄψεως ἱκανῶς ὑμᾶς καταπλήξει, φησίν, ὁ βάρβαρος, πᾶσαν πληρῶν τὴν γῆν τῶν βαρβαρικῶν σωμάτων. Διὰ τοῦτο ἐπήγαγε· Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου.