Καὶ τὸν Ἱερεμίαν δὲ τὴν ἀπὸ τῆς ἡλικίας προβαλλόμενον παραίτησιν οὐκ ἀπεδέξατο ὁ Θεός, ἀλλ᾽ ἐξήγαγεν ἐπὶ τὸν τῶν Ἰουδαίων δῆμον, οὐδὲν ἐντεῦθεν αὐτὸν κωλύεσθαι λέγων, εἰ τὰ τῆς διανοίας ἐρρωμένα εἴη. Ταύτην ἄγων τὴν ἡλικίαν, μᾶλλον δὲ καὶ ταύτης ἐλάττονα πολλῷ, τοὺς πρεσβυτέρους ἔκρινεν ὁ Δανιήλ. Καὶ Ἰωσίας δὲ οὐδὲ δέκα ἔτη γεγονὼς ὅλα, ἐπὶ τὸν τῆς βασιλείας ἀνέβη θρόνον· καὶ τότε μὲν εὐδοκίμει, μετὰ δὲ ταῦτα κατολιγωρήσας, μικρόν, ἐλυμήνατο τὴν τῆς ψυχῆς ἀρετήν. Τί δὲ ὁ Ἰωσήφ; Οὐχὶ νέος ὢν καὶ σφόδρα νέος τὸν χαλεπὸν ἐκεῖνον ἀνείλετο πόλεμον, οὐχὶ πρὸς ἄνδρας, ἀλλὰ πρὸς αὐτὴν τῆς φύσεως τὴν τυραννίδα μαχόμενος, καὶ ἐκ μέσου καμίνου καὶ φλογὸς πολὺ τῆς Περσικῆς χαλεπωτέρας ἐξεπήδησεν ἀσινής, τῶν τριῶν παίδων οὐκ ἔλαττον ἀβλαβὴς διαμείνας; Ὥσπερ γὰρ ἐκεῖνοι τὰ σώματα μετ᾽ αὐτῶν τῶν τριχῶν ἀκέραια τότε ἐξαγαγόντες ἔδειξαν, ὡς ἀπὸ πηγῆς μᾶλλον ἢ καμίνου ἐξιόντες· οὕτω δὴ καὶ οὗτος τῶν ἐναγῶν τῆς Αἰγυπτίας χειρῶν ἀπαλλαγείς, ἐξῄει, μήτε ἀπὸ τῆς ἁφῆς, μήτε ἀπὸ τῶν ῥημάτων, μήτε ἀπὸ τῆς ὄψεως, μήτε ἀπὸ τῶν ἱματίων, μήτε ἀπὸ τῶν μύρων, ἃ κληματίδος καὶ πίσσης χαλεπωτέραν ἀνῆπτε τῆς ἐπιθυμίας τὴν φλόγα, μήτε ἀπ᾽ αὐτῆς τῆς ἡλικίας παθών τι τοιοῦτον, οἷον εἰκὸς ἄνθρωπον ὄντα παθεῖν.