القارئ

اختر مؤلفًا أو مؤلَّفًا أو سفرًا من الكتاب المقدس، وادرس المصدر اليوناني الأصلي مع الترجمة والملاحظات والإشارات المرجعية.

اعثر مباشرة على مؤلف أو مؤلَّف أو سفر من الكتاب المقدس.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν λῃστήν

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος: Το μυστήριο της θείας Οικονομίας και η δοξολογία

Θεολογική κατάληξη απευθυνόμενη προς τους αιρετικούς σχετικά με το ακατάληπτο της σωτηρίας των αμαρτωλών και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Λεγέτωσαν οἱ ἀκριβεῖς λογοθέται τῆς ἀκαταλήπτου γεννήσεως, πῶς ἔλεγε τῷ λῃστῇ, Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ; Πρῶτον τοῦτο ἑρμηνευσάτωσαν, καὶ τότε τὸν ἄῤῥητον αὐτοῦ τόκον, ὃν προφητικῶς βοᾷ, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ; Ταύτην ἐπλάτυναν οἱ Πατέρες τὴν πίστιν, οὕτως ἐδόξασαν τὸν ἀπερίληπτον, πιστεύοντες, καὶ μὴ πολυπραγμονοῦντες. Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἶπε, καὶ γέγονεν. Ἀλλ᾽, ὦ φιλάνθρωπε Δέσποτα, πάντες οἱ δίκαιοι ἔξω τοῦ παραδείσου ἑστήκασι, καὶ λῃστὴν εἰς παράδεισον εἰσάγεις; Ναὶ, λῃστὴν πρῶτον εἰσάγω εἰς τὸν παράδεισον, ἵνα πείσω τὸν κόσμον, ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ᾽ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Αὐτῷ τῷ Χριστῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.