Ἀλλὰ μὴ ἐπειγώμεθα, ἀλλὰ τάξει προβαίνωμεν ἐπὶ τὴν τῆς παραβολῆς διήγησιν. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, φησί. Τί ἐστι, Μὴ ἔχοντος αὐτοῦ ἀποδοῦναι; Πάλιν ἐπίτασις ἀγνωμοσύνης· ὅταν γὰρ εἴπῃ, Μὴ ἔχοντος αὐτοῦ ἀποδοῦναι, οὐδὲν ἄλλο λέγει, ἀλλ᾽ ἢ ὅτι κατορθωμάτων ἔρημος ἦν, καὶ οὐδὲν εἶχεν ἔργον ἀγαθὸν, ὥστε λογισθῆναι αὐτῷ εἰς τὴν τῶν ἁμαρτημάτων ἀπαλλαγήν· λογίζεται γὰρ, λογίζεται πάντως ἡμῖν ἐπὶ ἁμαρτημάτων ἀπαλλαγῇ κατορθώματα, καθάπερ οὖν καὶ πίστις εἰς δικαιοσύνην. Τῷ γὰρ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Καὶ τί λέγω πίστιν καὶ κατορθώματα, ὅπου γε καὶ θλίψεις λογίζονται ἡμῖν εἰς ἁμαρτημάτων ἀνάλυσιν; Καὶ τοῦτο δηλοῖ μὲν ὁ Χριστὸς διὰ τῆς τοῦ Λαζάρου παραβολῆς, εἰσάγων τὸν Ἀβραὰμ λέγοντα πρὸς τὸν πλούσιον, ὅτι Λάζαρος ἀπέλαβεν ἐν τῇ ζωῇ αὐτοῦ τὰ κακὰ, καὶ διὰ τοῦτο ὧδε παρακαλεῖται. Δηλοῖ δὲ καὶ ὁ Παῦλος Κορινθίοις ἐπιστέλλων περὶ τοῦ πεπορνευκότος, καὶ λέγων οὕτω· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Καὶ ἑτέρους δὲ ἡμαρτηκότας παραμυθούμενος οὕτως ἔλεγε· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.