Ὅτε δὲ καὶ στοιχεῖα πάντα ἔδειξάν μου τὴν θεότητα, ὅτε ὁ Πατὴρ, ὅτε ἡ πρὸς αὐτὸν ὁμόνοια, ὅτε ἡ ἐμὴ διδασκαλία πάντας ἐκεῖ ἐχειραγώγησεν, ὅτε οὐδὲ σκιὰν ἔχετε ἀντιλογίας, Τί νῦν ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός; Λέγουσιν ἐκεῖνοι οἱ ἀγνώμονες καὶ ἀναίσχυντοι, Τοῦ Δαυῒδ, ἀρνούμενοι τὴν θεότητα, καὶ οὐ θέλοντες εἰπεῖν, ὅτι τοῦ Θεοῦ ἐστι. Τί οὖν αὐτός; Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι ἁγίῳ Κύριόν με καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου; Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Εἰ δὲ Πνεῦμα εἶχεν ὁ Δαυῒδ, ἐλύθη ἡ ἁμαρτία· εἰ δὲ ἐλύθη ἡ ἁμαρτία, καὶ τὴν αἴτησιν ἔλαβε. Λέγει γὰρ ὁ Δαυΐδ· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ὁρᾷς ὅτι πάλιν ἐπὶ τὸ ἀξίωμα τὸ ἑαυτοῦ ἐπανῆλθε; Πάλιν προφήτης ἐγένετο, πάλιν περὶ Χριστοῦ διαλέγεται, πάλιν ἀπέλαβεν ἑαυτοῦ τὴν παῤῥησίαν, καὶ οὐδὲν ἐλυμήνατο αὐτὸν ἡ ἁμαρτία. Εἶδες πόση τῆς μετανοίας ἡ δύναμις;