Γυνὴ γὰρ νομίμῳ ἀνδρὶ ἀεὶ συνοῦσα, διαπαντὸς φθορὰν οὐχ ὑπομένει, ἧτταν οὐ δέχεται, μοιχείαν οὐκ εἰσπράττεται· χωρισθέντος δὲ τοῦ ἀνδρὸς, κἂν μετ᾽ ἀγγέλων ᾖ συνδιατρίβουσα, εὐεπηρέαστος γίνεται. Ποῦ ἀλλαχοῦ τὰς μυσαρὰς πράξεις ἐπιτηδεύουσιν αἱ τῶν νομίμων ἀνδρῶν χωριζόμεναι γυναῖκες, εἰ μὴ ἐν τοῖς μαρτυρίοις, προφάσει τῆς ἱκεσίας, τοῖς γαμολύταις συντασσόμεναι, καὶ αὐτῶν τῶν μαρτύρων καταφρονοῦσαι; Πολλάκις γὰρ καὶ κατὰ τῶν μαρτύρων ὀμνύουσι μὴ ἀθετῆσαι τὰς ἀθεμίτους πράξεις. Ὢ πόσων κακῶν Εὔα διδάκτρια, τῶν ἀγαθῶν ἀφανίστρια. Καὶ πᾶσαι μὲν γυναῖκες αἱ σωφροσύνην ἐρῶσαι προσαγορεύονται ἀνδρεῖαι. Πολλὴ γὰρ διαφορὰ καὶ ἐν γυναιξὶν, ὡς καὶ ἐν ἀνδράσιν, ὡς καὶ ἐν ἀγγέλοις· καὶ ὅσαι γυναῖκες σωφροσύνην ἐρῶσι, τῇ παρθένῳ ἀκολουθοῦσι, τὴν Σωσάννην ποθοῦσι, τὴν Σάῤῥαν ἀσπάζονται, τὴν Ῥεβέκκαν περιπτύσσονται· ὅσαι δὲ σωφροσύνης ἐκτός εἰσιν, ὡς ἡ Εὔα πλανῶνται, ὡς ἡ Αἰγυπτία συκοφαντοῦσιν, ὡς ἡ Δαλιδὰ ξυρῶσιν, ὡς Ἰεζάβελ τοὺς ἐνθέους φονεύουσι. Καθολικὸς ὁ λόγος, οὐ μερικὸν τὸ αἴνιγμα. Μὴ πάλιν τινὲς τῶν ἀθέων προσφάτως τὰς λέξεις δεξάμενοι, ἄρξωνται τὰς ἀκοὰς δάκνεσθαι, εἰς διανοίας (l. διχονοίας) ἡμᾶς εὐτρεπίζοντες. Ἡμῖν τούτων λόγος οὐδείς. Ἀποστολικὸς ὁ λόγος. Διὰ τὴν Εὔαν τὸ αἴνιγμα.