Ὁ Παῦλος λέγει· Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν κατὰ σάρκα. Ὁ Μωϋσῆς λέγει· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁ Δαυῒδ λέγει· Γενέσθω ἡ χείρ σου ἐπ᾽ ἐμὲ καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Ὁ Σαμουὴλ λέγει· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν τῷ Κυρίῳ. Ποίας οὖν τύχωμεν συγγνώμης, εἰπέ μοι. τοῦ Δεσπότου, τῶν δούλων, τῶν ἀπὸ τῆς Καινῆς, τῶν ἀπὸ τῆς Παλαιᾶς, πάντων ἡμᾶς ὠθούντων εἰς τὴν ὑπὲρ τῶν ἐχθρῶν εὐχὴν, αὐτοὶ τὸ ἐναντίον ποιοῦντες, καὶ κατὰ τῶν ἐχθρῶν εὐχόμενοι; Μὴ, παρακαλῶ, μὴ, ἀδελφοί. Καὶ γὰρ ὅσῳ πλείονα τὰ παραδείγματα, τοσούτῳ, ἐὰν μὴ μιμησώμεθα, μείζων ἡ κόλασις.