ΕΙΣ ΤΟΝ ΤΕΤΡΑΗΜΕΡΟΝ ΛΑΖΑΡΟΝ Λόγος ἔνατος. αʹ. Σήμερον ἐκ νεκρῶν ἐγειρόμενος ὁ Λάζαρος πολλῶν καὶ διαφόρων σκανδάλων τὴν λύσιν ἡμῖν χαρίζεται. Καὶ γὰρ οὐκ οἶδ᾽ ὅπως τὸ ἀνάγνωσμα τοῦτο καὶ τοῖς αἱρετικοῖς δέδωκε λαβὴν, καὶ τοῖς Ἰουδαίοις ἀντιλογίας ἀφορμὴν, οὐκ ἐξ ἀληθείας, μὴ γένοιτο, ἀλλ᾽ ἐκ τῆς ἐκείνων κακοτέχνου ψυχῆς. Πολλοὶ μὲν γὰρ τῶν αἱρετικῶν λέγουσιν, ὅτι οὐχ ὅμοιος ὁ Υἱὸς τῷ Πατρί. Διὰ τί; Ὅτι ἐδεήθη, φησὶ, προσευχῆς ὁ Χριστὸς εἰς τὸ ἐγεῖραι τὸν Λάζαρον· εἰ μὴ γὰρ προσηύξατο, οὐκ ἂν ἤγειρε τὸν Λάζαρον. Καὶ πῶς ἔσται, φησὶν, ὅμοιος ὁ προσευξάμενος τῷ δεξαμένῳ τὴν ἱκεσίαν; ὁ μὲν γὰρ προσεύχεται, ὁ δὲ τὴν προσευχὴν παρὰ τοῦ ἱκετεύοντος ἐδέξατο. Βλασφημοῦσι δὲ μὴ νοοῦντες ὅπως συγκαταβάσεως ἦν καὶ τῆς τῶν παρόντων ἕνεκα ἀσθενείας ἡ προσευχή. Ἐπεὶ, εἰπέ μοι, τίς μείζων, ὁ νίπτων τοὺς πόδας, ἢ ἐκεῖνος, οὗ νίπτει τοὺς πόδας; Πάντως ὅτι ἐκεῖνος μείζων οὗ ἔνιψε τοὺς πόδας ὁ νίπτων.