Ὅπερ γὰρ ἐδωρήσατο ταῖς ἄνω δυνάμεσι, τοῦτο ἐχαρίσατο καὶ τῇ ἡμετέρᾳ φύσει. Ἐπὶ τῶν Χερουβὶμ κάθηται, καθάπερ καὶ ὁ ψαλμός φησιν· Ἐπέβη ἐπὶ τῶν χερουβὶμ, καὶ ἐπετάσθη· καὶ πάλιν, Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, καὶ βλέπων ἀβύσσους. Τοῦτο καὶ ἡμῖν πάλιν ἔδωκεν· ἐπ᾽ ἐκείνων κάθηται, ἐν ἡμῖν οἰκεῖ· Ἐνοικήσω γὰρ καὶ ἐμπεριπατήσω ἐν ὑμῖν. Ἐκεῖνοι γεγόνασιν ἅρμα, ἡμεῖς γενώμεθα ναός. Εἶδες τῆς τιμῆς τὴν συγγένειαν; εἶδες πῶς εἰρηνοποίησε τὰ ἄνω καὶ τὰ κάτω; Διόπερ οὐδὲν διεστήκαμεν τῶν ἀγγέλων, ἂν θέλωμεν. Ἀλλ᾽ ὅπερ ἔφην ἀρχόμενος, χθὲς μαρτύρων ἡμέρα, καὶ σήμερον μαρτύρων ἡμέρα, οὐχὶ τῶν παρ᾽ ἡμῖν, ἀλλὰ τῶν ἐν τῇ χώρᾳ· μᾶλλον δὲ κἀκεῖνοι παρ᾽ ἡμῖν. Πόλις μὲν γὰρ καὶ χώρα ἐν τοῖς βιωτικοῖς πράγμασιν ἀλλήλων διεστήκασι, κατὰ δὲ τὸν τῆς εὐσεβείας λόγον κοινωνοῦσι καὶ ἥνωνται.