γʹ. Ἁψώμεθα τοίνυν τῶν θηκῶν ἐκείνων μετὰ πίστεως, διαθερμανθῶμεν τὴν διάνοιαν, κινήσωμεν ὀδυρμούς. Πολλὰ ἡμῖν ἡμάρτηται καὶ μεγάλα ἁμαρτήματα· διὰ τοῦτο πολλῆς δεόμεθα τῆς θεραπείας, σφοδρᾶς τῆς ἐξομολογήσεως. Ἔῤῥευσαν οἱ ἅγιοι μάρτυρες αἷμα, ῥευσάτωσάν σοι οἱ ὀφθαλμοὶ δάκρυα· δύνανται καὶ δάκρυα πυρὰν ἁμαρτημάτων κατασβέσαι· κατεξάνθησαν ἐκεῖνοι τὰς πλευρὰς, δημίους εἶδον περιεστῶτας· τοῦτο καὶ σὺ ποίησον ἐπὶ τῷ συνειδότι· κάθισον τὸν λογισμὸν δικάζοντα ἐπὶ τοῦ θρόνου τῆς ἀδεκάστου διανοίας, παράγαγε τὰ ἡμαρτημένα σοι πάντα εἰς μέσον, φοβεροὺς ἐπίστησον τοῖς πλημμελήμασι λογισμοὺς, κόλασον τὰς ἀτόπους ἐνθυμήσεις, ἐξ ὧν τὰ ἁμαρτήματα γέγονε, μετὰ πολλῆς καταξαινέσθω τῆς σφοδρότητος. Ἐὰν οὕτω μελετήσωμεν δικάζειν ἑαυτοὺς, καὶ φευξόμεθα τὸ φοβερὸν ἐκεῖνο κριτήριον. Ὅτι γὰρ ὁ κρίνων ἑαυτὸν νῦν, καὶ τῶν ἡμαρτημένων εὐθύνας ἑαυτὸν ἀπαιτῶν ἀκριβεῖς, οὐ δώσει κατὰ τὸ μέλλον δίκην, ἄκουσον τοῦ Παύλου λέγοντος· Εἰ γὰρ ἐκρίνομεν ἑαυτοὺς, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ τοῦ Κυρίου. Τοῖς γὰρ ἀναξίως μετέχουσι τῶν μυστηρίων ἐγκαλῶν, οὕτως ἔλεγεν· Ὁ ἐσθίων καὶ πίνων ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὥσπερ οἱ σταυρώσαντες, φησὶ, τὸν Ἰησοῦν, οὕτω καὶ οἱ τῶν μυστηρίων ἀναξίως μετέχοντες δίκην δώσουσιν. Καὶ μὴ καταγνώσωσί τινες ὑπερβολὴν τοῦ λόγου.