Εἰ γὰρ, ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν, πολλῷ μᾶλλον ἐν μέσῳ ἐκείνων ἦν τότε συνειλεγμένων, οὐχ ὡς εἰς τὸ ὄνομα, ἀλλ᾽ ὑπὲρ τοῦ ὀνόματος κολαζομένων διηνεκῶς. Ἴστε γὰρ, ἴστε σαφῶς, ὅτι τῆς τιμωρίας ταύτης οὐκ ἔστιν ἑτέρα χαλεπωτέρα, καὶ ὅτι μυρίους θανάτους ἄλλους ἂν εἵλοντο ὑπομεῖναι οἱ ταύτῃ τῇ ψήφῳ καταδικαζόμενοι, ἢ τῆς ὀδύνης ἀνέχεσθαι τῆς ἐκεῖθεν γενομένης. Παρεδόθησαν μετάλλοις, ἔνθα χαλκὸν ἀνορύττειν ἔδει, πολλάκις αὐτοὶ μετάλλου χρυσίου ὄντες τιμιώτεροι καὶ ἀΰλου χρυσίου, οὐ καταδίκων ἀνορυττομένου χερσὶν, ἀλλὰ πιστῶν ἀνδρῶν προθυμίᾳ εὑρεθέντος· εἰργάζοντο μέταλλα οἱ μυρίων γέμοντες θησαυρῶν. Τί τῆς ζωῆς ἐκείνης πικρότερον καὶ ὀδυνηρότερον; Ἑώρων καὶ εἰς ἑαυτοὺς ἐκβαίνοντα τὰ περὶ τῶν μεγάλων ἐκείνων ἀνδρῶν διηγήματα, ἃ περὶ τῶν ἁγίων διέξεισι λέγων ὁ Παῦλος· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος [ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.