Οἶκος μὲν οὖν ὁ κόσμος ἐστίν. Ὁ δὲ οἰκοδεσπότης αὐτὸς ὁ Χριστὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ. Ἀμπελὼν αὐτοῦ ἐστιν νόμοι, προστάγματα, δικαιώματα, κρίματα. »Ἐξελθὼν ἅμα πρωΐ«, ἐν τῇ τοῦ κόσμου ἀρχῇ, ἐμισθώσατο εἰς τὸν ἀμπελῶνα αὐτοῦ Ἄβελ τὸν εὐσεβῆ, Ἑνὼχ τὸν εὐάρεστον, Νῶε τὸν δίκαιον καὶ πάντας τοὺς μέχρι τοῦ κατακλυσμοῦ ζήσαντας εὐσεβῶς. »Συμφωνήσας αὐτοῖς ἐκ δηναρίου τὴν ἡμέραν«. Δηνάριόν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, ἡ τοὺς βασιλικοὺς χαρακτῆρας ἔχουσα πατρός τε καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Ἡμέραν δὲ λέγει τὴν ἑκάστου ἐν τῷ κόσμῳ τούτῳ ζωήν. »Ἐξελθὼν περὶ τὴν τρίτην ὥραν» ἐμισθώσατο Ἀβραὰμ τὸν πιστότατον, Λὼτ τὸν φιλόξενον, Ἰσαὰκ τὸν ἐγκρατῆ, Ἰακὼβ τὸν καρτερόψυχον, τοὺς δώδεκα πατριάρχας καὶ πάντας τοὺς μέχρι Μωϋσέως θεοσεβήσαντας. «Ἐξελθὼν περὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν» ἀπέστειλεν εἰς τὸν ἀμπελῶνα τὸν Μωϋσῆν, τὸν Ἀαρών, τὸν τοῦ Ναυὴ Ἰησοῦν, τὸν Σαμουήλ, τὸν Δαυίδ, τοὺς λοιποὺς προφήτας καὶ πάντας τοὺς μέχρι τῆς οἰκονομίας εὐαρεστήσαντας. «Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν» καὶ τῷ κόσμῳ ἐπιδημήσας μετὰ σαρκὸς καὶ λέγων· «Ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον καὶ ἐλήλυθα εἰς τὸν κόσμον», εἶδεν πάντας τοὺς ἐθνικοὺς «ἑστῶτας ἀργούς». Ἑνδεκάτην ὥραν λέγει τὸ τέλος τοῦ αἰῶνος τούτου καὶ τῶν καιρῶν, περὶ ἧς Ἰωάννης φησίν· «Παιδία, ἐσχάτη ὥρα ἐστίν».