Ποίαν δὲ εὐδοκίαν ἐνταῦθα, ἢ ποίαν ὅλως ἐπίσκεψιν ὑποτίθεται, ἀλλ᾽ ἢ ἣνπερ ἡμῶν ὁ Θεὸς Λόγος διὰ σάρκα πεποίηται; Ὅθεν καὶ τὸ μυστήριον εὐδοκίαν προσηγόρευον οἱ τοῖς ποιμέσιν ἐπιφανέντες ἄγγελοι· Δόξα γὰρ ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, δοξολογοῦντες ἐβόησαν. Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. Ἀντιβολοῦμεν, φησὶ, τῆς τοῦ νέου σου ἔθνους μεταλαχεῖν εὐφροσύνης, καὶ κοινωνοὶ γενέσθαι χορηγουμένης ἐκείνοις χρηστότητος. Χρηστότητα δὲ τῶν ἐκλεκτῶν τὴν παρὰ τοῦ Θεοῦ φιλανθρωπίαν γενομένην τοῖς ἐκλεκτοῖς νόησον πολλὴν οὖσαν, ὥστε καὶ πόρνους καὶ τελώνας καὶ ἁμαρτωλοὺς καὶ πτωχοὺς ἁλιεῖς τὴν ἐκλογὴν ὑποδέξασθαι. Ταύτην ἰδεῖν ὁ προφήτης ἐπεθύμει· θεωρίας γὰρ ἄξιον τὸ θαῦμα ἐτύγχανεν· εὐφρανθῆναι δὲ ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, ὥστε τῆς κοινωνίας τῶν μυστηρίων ἀπολαῦσαι. Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν. Ὥσπερ γάρ τινα, φησὶ, κλῆρον παρὰ τῶν πατέρων διεδεξάμεθα τὴν τῶν σῶν νόμων παράβασιν. Πατέρας δὲ καλεῖ οὐ τοὺς ἁγίους πατριάρχας, ἀλλὰ τοὺς μετ᾽ ἐκείνους γενομένους· τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου· καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου.