Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. Διαλογήν φησι τὴν αἴνεσιν· ὁ γὰρ ψάλλων, Θεῷ διαλέγεται. Ὁ δὲ Σύμμαχος τὴν διαλογὴν, Διάλεξιν εἴρηκεν· ὁ δὲ Ἀκύλας, Ὁμιλίαν. Εὔχομαι δὲ, φησὶ, ταύτην μου τὴν ὑμνῳδίαν ἡδίστην καὶ τερπνοτάτην ὀφθῆναι. Ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Τούτου γὰρ, φησὶ, γινομένου, ἐγὼ τὴν ἐντεῦθεν εὐθυμίαν καρπώσομαι. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Τὸ θεῖον κάλλος καὶ τὸν ἄῤῥητον πλοῦτον, ὡς ἐνῆν ἀνθρωπείᾳ φύσει, διεξελθὼν, πάντας ἀνθρώπους τῆς αὐτῆς μεταλαχεῖν ἱμείρεται γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν παντελῶς ἐκλεῖψαι συμμορίαν ἱκετεύει, οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μεταβληθῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στῖφος ἀντιβολῶν μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα. Εἰ δέ τις ἑτέρως ταῦτα βούλεται νοεῖν τὰ ῥήματα, ὡς τοῦ προφήτου τοὺς δυσσεβείᾳ συζῶντας ὑποβάλλοντος ἀραῖς, καὶ οὕτως εὑρήσει τῇ ἀποστολικῇ διδασκαλίᾳ τὴν προφητείαν συμβαίνουσαν. Καὶ γὰρ ὁ μακάριος Παῦλος Κορινθίοις ἐπιστέλλων φησίν· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα. Ἴδιον γὰρ τῶν θερμῶς ἀγαπώντων.