Ὅταν γὰρ ἴδῃς ἐν ἐκκλησίᾳ πένητα πλουσίῳ παρεστῶτα, ἰδιώτῃ ἄρχοντα εὐτελῆ τῷ ὑπερέχοντι, τὸν ἔξω τρέμοντα τὴν δυναστείαν, ἔσω ἀδεῶς συμπαρεστῶτα τῇ δυναστείᾳ, νόησον τί ἐστι, Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνῶν. Λύκον τοίνυν καλεῖ ἡ Γραφὴ τὸν πλούσιον, ἀρνίον τὸν πτωχόν. Καὶ πόθεν τοῦτο, ὅτι Κοινωνήσει λύκος ἀρνίῳ, ὃν τρόπον πλούσιος μετὰ πτωχοῦ; Πρόσεχε ἀκριβῶς. Ἕστηκε πολλάκις πλούσιος καὶ πένης ἐν ἐκκλησίᾳ· κατέλαβεν ἡ ὥρα τῶν θείων μυστηρίων· ἐξωθεῖται ὁ πλούσιος ὡς ἀμύητος, ἵσταται δὲ ὁ πένης ἐντὸς τῶν οὐρανίων σκηνῶν, καὶ οὐκ ἀγανακτεῖ ὁ πλούσιος· οἶδε γὰρ ἑαυτὸν ἀλλότριον τῶν θείων μυστηρίων. Ἀλλ᾽ ὢ τῆς θείας χάριτος! οὐ μόνον ὁμοτιμία ὑπάρχει ἐν τῇ ἐκκλησίᾳ διὰ τὴν τοῦ Θεοῦ χάριν, ἀλλὰ καὶ ἡνίκα ἵστανται, πολλάκις ὁ πένης τὸν πλούσιον πρωτεύει ἐν τῇ εὐσεβείᾳ, καὶ οὐδὲν ὠφέλησεν ὁ πλοῦτος τὸν ἔχοντα ἐκτὸς εὐσεβείας, οὐδὲ πενία τὸν πιστὸν ἐζημίωσε παρεστῶτα αὐτὸν μετὰ θάῤῥους τῷ ἁγίῳ θυσιαστηρίῳ. Ταῦτα δὲ λέγω, ἀγαπητοὶ, περὶ τῶν κατηχουμένων, καὶ οὐ περὶ τῶν ἁπλῶς πλουσίων. Ἐννόησον, ἀγαπητὲ, πῶς ὑποχωρεῖ τῆς ἐκκλησίας δεσπότης, καὶ παρεδρεύει τοῖς μυστηρίοις πιστὸς οἰκέτης· ἀναχωρεῖ δέσποινα, καὶ μένει ἡ θεράπαινα· Πρόσωπον γὰρ ἀνθρώπου Θεὸς οὐ λαμβάνει. Οὐκ ἔστι τοίνυν ἐν τῇ Ἐκκλησίᾳ δοῦλος καὶ ἐλεύθερος· ἀλλ᾽ ἐκεῖνον οἶδε δοῦλον ἡ Γραφὴ τὸν τῇ ἁμαρτίᾳ δεδουλωμένον.