Ὥσπερ γὰρ ὁ τὴν ἀρετὴν μετιὼν οὐ μόνον ὑπὲρ τῶν οἰκείων πόνων ἀναμένει τὰς ἀμοιβὰς ἀλλὰ καὶ τῆς ἑτέρων ὠφελείας καρποῦται τὸν μισθόν, πολλοὺς εἰς ζῆλον καὶ μίμησιν ἄγων τῆς οἰκείας ἀρετῆς, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ τὴν κακίαν μετιόντες μείζους ὑπέχουσι τὰς εὐθύνας τῷ καὶ ἑτέροις ῥᾳθυμίας ὑπόθεσις γίνεσθαι. Τί οὖν λοιπὸν τοῖς νέοις ἐγκαλέσομεν, τῶν γεγηρακότων εἰς τοσαύτην ῥᾳθυμίαν ἀποκλινάντων καὶ μηδὲ τῆς παραινέσεως τῆς ἀποστολικῆς ἀκουόντων τῆς λεγούσης· «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ.» Εἶδες σπλάγχνα ἀποστολικὰ οἵαν συμβουλὴν εἰσήγαγε, δεδοικὼς σφόδρα καὶ τρέμων διὰ τοὺς ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας βλαπτομένους καὶ εἰδὼς ὡς οὐ μικρὸς κείσεται κίνδυνος τοῖς τὴν ἑτέρων ῥᾳθυμίαν ἐπιτείνουσι; Διὸ καὶ ἑτέροις παραινῶν διὰ πάντων τῆς ἀρετῆς ποιεῖσθαι πρόνοιαν ἔλεγεν· «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Σκόπει μοι παραίνεσιν ἀκριβεστάτην. Πάντα, φησίν, ἅπερ μεταχειρίζῃ καὶ διαπράττῃ, ῥίζαν καὶ ὑπόθεσιν ταύτην ἐχέτω τὸ εἰς δόξαν Θεοῦ συντείνειν καὶ μηδὲν γινέσθω παρὰ σοῦ ὃ μὴ ταύτην ἔχει τὴν ὑπόθεσιν. «Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ἕτερον ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Καὶ πῶς ἔστι, φησίν, εἰς δόξαν Θεοῦ ἐσθίειν καὶ πίνειν;