Τοῦτο τοίνυν ποιήσωμεν, καὶ τὰ ὀνόματα τῆς μεγάλης ταύτης ἐξετάσωμεν δωρεᾶς. Ὥσπερ γὰρ ἀγνοούμενον ἀξιώματος μέγεθος ῥᾳθυμοτέρους ποιεῖ τοὺς τιμωμένους, οὕτω γνωριζόμενον εὐχαρίστους καθίστησι καὶ σπουδαιοτέρους ἐργάζεται. Καὶ ἄλλως δὲ αἰσχρὸν ἂν εἴη καὶ καταγέλαστον τοσαύτης ἀπολαύοντας δόξης παρὰ τοῦ Θεοῦ καὶ τιμῆς, μηδὲ τὰ ὀνόματα αὐτῆς εἰδέναι τί ποτε ἐνδείξασθαι βούλεται. Καὶ τί λέγω περὶ τῆς δωρεᾶς ταύτης; ἂν γὰρ τὸ κοινὸν τοῦ γένους ἡμῶν ἐννοήσῃς ὄνομα, μεγίστην πρὸς ἀρετὴν λήψῃ διδασκαλίαν καὶ παράκλησιν. Τὸ γὰρ ἄνθρωπος τοῦτο ὄνομα οὐ κατὰ τοὺς ἔξωθεν ἡμεῖς ὁριζόμεθα, ἀλλ᾽ ὡς ἡ θεία Γραφὴ ἐκέλευσεν. Ἄνθρωπος γάρ ἐστιν, οὐχ ὅστις ἁπλῶς χεῖρας καὶ πόδας ἔχει ἀνθρώπου, οὐδ᾽ ὅστις ἐστὶ λογικὸς μόνον, ἀλλ᾽ ὅστις εὐσέβειαν καὶ ἀρετὴν μετὰ παῤῥησίας ἀσκεῖ. Ἄκουσον γοῦν περὶ τοῦ Ἰὼβ τί φησιν· εἰπὼν γὰρ, ὅτι Ἐν χώρᾳ τῇ Αὐσίτιδι ἄνθρωπος ἦν, οὐκ ἀπὸ τούτων αὐτὸν ὑπογράφει τῶν ὅρων, ἀφ᾽ ὧν οἱ ἔξωθεν, οὐδὲ τοῦτο λέγει, ὅτι πόδας δύο εἶχε καὶ ὄνυχας πλατεῖς, ἀλλὰ τὰ γνωριστικὰ τῆς εὐσεβείας ἐκείνης συντιθεὶς ἔλεγε, Δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, δεικνὺς ὅτι τοῦτό ἐστιν ἄνθρωπος. Καθάπερ οὖν καὶ ἕτερός φησι· Τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος.