Φασί τινες τὴν τρυγόνα φίλανδρον εἶναι καὶ φίλαγνον· ὥστε κἂν συμβῇ τὸν ταύτης ἄῤῥενα ὑπὸ ἀετοῦ ἀναλωθῆναι, ἢ ὑπὸ ἰξευτοῦ θηρευθῆναι, ταύτην ἑτέρῳ ἀνδρὶ μὴ ἐπιμίγνυσθαι, ἀλλ᾽ αὐτὸν ποθεῖν, αὐτὸν ἀναμένειν, καὶ τῇ τούτου μνήμῃ συναποθνήσκειν. Ἀκούσατε, γυναῖκες, οἵα σωφροσύνη ἐν ὀρνέοις εὑρίσκεται. Ὅσοι τοίνυν τὴν μορφὴν τῆς τρυγόνος ἐν ὄψει φέρετε, τὴν ταύτης σωφροσύνην μιμήσασθε. Τοιαύτη ἐστὶν ἡ πάνσεμνος Ἐκκλησία. Τοῦ γὰρ ἀνδρὸς αὐτῆς Χριστοῦ σταυρωθέντος καὶ εἰς οὐρανοὺς ἀνελθόντος, ἑτέρῳ ἀνδρὶ οὐκ ἐπιμίγνυται· ἀλλ᾽ αὐτὸν ποθεῖ, αὐτὸν ἀναμένει, καὶ τῇ τούτου μνήμῃ συναποθνήσκει. Ἀλλ᾽ ἵνα μὴ δόξωμεν, ἀγαπητοὶ, ἔξωθεν εἶναι τῶν Γραφῶν μνημονεύσαντες τρυγόνος, φέρε αὐτῶν τῶν Γραφῶν μνημονεύσωμεν. Μαρτυρεῖ ὁ Δαυῒδ ὁ μακάριος, καὶ κελαδεῖ λέγων· Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς. Καὶ ποῖον λέγει στρουθίον;