Ἐπιτάσσει τῷ γραφεῖ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ λέγει· Λάβε μοι τόμον καινὸν, μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου. Ἐζητεῖτο ὁ κάλαμος, εὑρέθη παρὰ τῷ Δαυΐδ. Λέγει γὰρ περὶ αὐτοῦ· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου, ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ταύτην τὴν Ἐκκλησίαν ὁ Δαυῒδ νυμφοστολεῖ· αὐτὸς αὐτὴν καλλωπίζει, αὐτὸς αὐτὴν νουθετεῖ, καὶ διδάσκει ὡς νυμφοστόλος, ἢ, ὡς ἔθος ἐστὶ λέγειν τοῖς ἀνθρώποις, παράνυμφος. Παραγγέλλει τῇ νύμφῃ· Βλέπε, τέκνον· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Μὴ νομίσῃς ὅτι ἴση αὐτοῦ εἶ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστιν ὁ Κύριός σου· καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις. Ἐάν μου ἀκούσῃς, θύγατερ, Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.