Σείει μόνον τὴν γῆν, καὶ ἅπαντες τρέμουσι. Τίς οὐ φοβεῖται τὸν ποταμὸν τοῦ πυρός; Μία ἡμέρα τοῦ σκότους ὑπὲρ ὅλα τὰ ἐν βίῳ κακά· καταφρόνει οὖν τῶν ἐνταῦθα ὡς ἀπαραμυθήτων. Ὕβρισέ τις, ἢ ἐτύπτησεν; ἔλπισον ἐπὶ Κύριον, ὅτι πολύν σοι παρέξει τῆς ὑπομονῆς τὸν μισθόν. Ἀπὸ τῆς ἐλπίδος ἡ πίστις, ἀπὸ τούτων ἡ ἀγάπη· ὅτι μικροῦ λόγου καὶ μικρᾶς ὑπομονῆς ὁ Δεσπότης παράδεισόν σοι χαρίζεται, ὡς ἀθλητήν σε στέφει διὰ πόμα ψυχρόν· ἡ γὰρ πίστις σου πολλοῦ ἀξία ἐστί. Τὴν ἀρετὴν ποίησον σεαυτῷ νύμφην, καὶ ἐγκράτειαν καὶ σωφροσύνην, παῖδάς σου ζῶντας καὶ προάγοντας εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀνισταμένη τῷ πρωῒ ἡ ψυχή σου ὀρθριζέτω πρὸς τὸν Κύριον, καὶ ἑσπέρας ἀναχωροῦσα, ἀναπαυέσθω ἐπὶ κλίνης πνευματικῆς, ἐπὶ λογισμοῖς εὐσεβέσιν, ἐπὶ ἐλπίδι τοῦ Θεοῦ, ἐπὶ ἀπαθείᾳ καὶ καθαρωσύνῃ· διότι τὰ προστάγματα τοῦ Θεοῦ φῶς εἰσι καὶ ζωὴ καὶ ἀνάπαυσις, εὐλογία καὶ δικαιοσύνη· τὰ δὲ ἐντάλματα τοῦ Σατανᾶ σκότος καὶ θάνατος, κόλασις καὶ ἁμαρτία καὶ κατάρα. Ἐν σοί ἐστιν ἢ τούτοις ἢ ἐκείνοις ἀκολουθῆσαι. Ἐὰν ταῖς τοῦ Κυρίου ἐντολαῖς ἀκολουθήσῃς, ὅλα σοι τὰ καλὰ πάντα, τὸ φῶς, ἡ ζωὴ, ἡ ἀνάπαυσις, ἡ εὐλογία, τῆς δικαιοσύνης ὁ στέφανος· ἐὰν δὲ ταῖς τοῦ Σατανᾶ πεισθῇς, τὰ ἐναντία τούτων ἀπαντᾷ σοι. Τίς οὖν ἄφρων αἱρεῖται αἰσχύνην καὶ ὄνειδος μετὰ κολάσεων αἰωνίων, ἀντὶ δόξης καὶ ἐπαίνων καὶ ἀθανάτου τρυφῆς;