Εἰ δέ τινες ἀσθενέστερον διάκεινται, καὶ οὐκ ἀνέχονται ταύτης ἡμῶν τῆς ἀπολογίας, ἐκεῖνο ἂν εἴποιμι πρὸς αὐτοὺς, ὅτι Οὐκ ἐμαυτοῦ νόμους ὑμῖν ἐξηγοῦμαι, ἀλλ᾽ ἐκ τῶν οὐρανῶν καταβάντα ἀναγινώσκω γράμματα· καὶ ἀνάγκη τὸν ταύτην ἐμπιστευθέντα τὴν διακονίαν, ἢ πάντα μετὰ παῤῥησίας εἰπεῖν τὰ ἐγκείμενα, τὸ συμφέρον, ἀλλὰ μὴ τὸ ἡδὺ τοῖς ἀκροαταῖς πανταχοῦ ζητοῦντα· ἢ τὴν τῶν ἀκουόντων ὑπειδόμενον ἀπέχθειαν, καὶ τὴν ἑαυτοῦ καὶ τὴν ἐκείνων προέσθαι σωτηρίαν, διὰ τῆς ἀκαίρου ταύτης χάριτος Ὅτι γὰρ καὶ τῷ λέγοντι καὶ τοῖς ἀκούουσι σφόδρα ἐπικίνδυνον τὸ τῶν θείων ἀποκρύπτεσθαί τι νόμων, καὶ ὅτι φόνων ὑπεύθυνοι οἱ διδάσκαλοι κρίνονται, ὅταν μὴ πάντα χωρὶς ὑποστολῆς ἐξηγῶνται τοῦ Θεοῦ τὰ δικαιώματα, Παῦλον ὑμῖν τούτων πάλιν παρέξομαι μάρτυρα. Διὰ γὰρ τοῦτο συνεχῶς ὑπὲρ ἁπάντων ἐπὶ τὴν ἁγίαν ἐκείνην καταφεύγω ψυχὴν, ὅτι χρήσιμοί τινές εἰσι καὶ θεῖοι νόμοι τὰ Παύλου ῥήματα. Οὐ γὰρ Παῦλός ἐστιν ὁ λαλῶν, ἀλλ᾽ ὁ Χριστὸς ὁ τὴν ἐκείνου ψυχὴν κινῶν· δι᾽ ἐκείνου γὰρ φθέγγεται πάντα, ἅπερ ἐκεῖνος εἶπε. Τί τοίνυν φησὶν ὁ Παῦλος;