ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΔΕΙ ΦΥΛΑΤΤΕΙΝ ΤΗΝ ΠΑΡΘΕΝΙΑΝ Οἴμοι ψυχή· μετὰ γὰρ τοῦ προφήτου καὶ ἐμοὶ νῦν εὔκαιρον τοῦτο εἰπεῖν, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, Οἴμοι ψυχή· πρᾶγμα ἡλίκον καὶ ὅσης γέμον φιλοσοφίας, ἡ παρθενία, καθύβρισται, καὶ τὸ διεῖργον αὐτὴν ἀπὸ τοῦ γάμου καταπέτασμα ἀνῄρηται, ὑπὸ ἀναισχύντων διασπασθὲν χειρῶν, καὶ τὰ ἅγια τῶν ἁγίων πεπάτηται, καὶ τὰ σεμνὰ καὶ φρίκης γέμοντα γέγονε βέβηλα καὶ πᾶσι βατὰ, καὶ ἡ τοῦ γάμου σεμνοτέρα τοσοῦτον καθειλκύσθη καὶ κατηνέχθη κάτω, ὡς τὰς γεγαμημένας μακαρίζεσθαι μᾶλλον. Ἀεὶ μὲν γὰρ ἡ παρθενία μετὰ τοῦ γάμου ταττομένη τὰ πρωτεῖα εἶχε καὶ τὴν προεδρίαν ἅπασαν· νυνὶ δὲ οὐδὲ ἐν τῇ δευτέρᾳ τάξει μένειν δεδύνηται, ἀλλὰ πόρρω που καὶ πρὸς τὴν ἐσχάτην ἀπελήλαται τάξιν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ πολέμιοί τινες οὐδὲ ἐχθροὶ, ἀλλ᾽ αἱ μάλιστα δοκοῦσαι θεραπεύειν αὐτὴν οὕτως αὐτὴν διέθηκαν, καὶ αἱ παρέχουσαι μάλιστα πάντων ἡμῖν πρὸς τοὺς ἀπίστους ἐλευθεροστομεῖν, αὗται μάλιστα πάντων ἡμῖν ἀπέρραψαν τὰ στόματα, καὶ πολλὴν ἡμῶν κατεσκέδασαν αἰσχύνην. Χρημάτων μὲν γὰρ ἕνεκεν ὀλίγους μὲν, εἶχον δὲ ὅμως δεῖξαί τινας Ἕλληνες παρ᾽ αὐτοῖς φιλοσοφήσαντας, καὶ ὀργῆς δέ τινες ἐν ἐκείνοις περιεγένοντο· παρθενίας δὲ ἄνθος οὐδαμοῦ παρ᾽ αὐτοῖς, ἀλλ᾽ ἀεὶ παρεχώρουν ἐνταῦθα τῶν πρωτείων ἡμῖν, ὁμολογοῦντες ἀνωτέρω τῆς φύσεως εἶναι τὸ κατόρθωμα, καὶ οὐδ᾽ ἀνθρώπινον.